1 | [— — — — — — — καὶ οἰ β]ασί[ληες προστί]θ̣η̣σ[θον τῶι κατεληλύθον]- |
[τι ὠς τέχναν τεχνα]μέν̣[ω τ]ῶ ἐ[ν τᾶι] πόλι πρόσθε [ἔοντος. αἰ δέ κέ τις] | |
[τῶν κατεληλυθόν]των μὴ ἐμμένη ἐν ταῖς διαλυσί[ε]σ̣σι ταύτ̣[αισι], | |
[μὴ ․․․7․․․ ἐφ]εζέσθω πὰρ τᾶς πόλιος κτήματος μή̣δενος μη̣[δὲ στ]- | |
5 | [ειχέτω ἐπὶ μῆ]δεν τῶμ παρεχώρησαν αὔτωι οἰ ἐν τᾶι πόλι πρό[σθε] |
[ἔοντες, ἀλλὰ σ]τείχοντον ἐπὶ ταῦτα τὰ κτήματα οἰ παρχωρήσαν̣[τ]- | |
[ες αὔτωι ἐκ τῶν] ἐν τᾶι πόλι πρόσθε ἐόντων, καὶ οἰ στρόταγοι εἰσ- | |
[αῦθις ἀποφέρο]ντον ἐπὶ τὸν ἐν τᾶι πόλι πρόσθε ἔοντα τὰ κτήματα, | |
[ὠς μὴ συναλλαγ]μένω τῶ κατεληλύθοντος, καὶ οἰ βασίληε̣ς προστί- | |
10 | [θησθον τῶι ἐν τ]ᾶι πόλι πρόσθε ἔοντι ὠς τέχναν τεχναμένω τῶ κα- |
[τεληλύθοντος]· μηδ’ αἴ κέ τις δίκαν γράφηται περὶ τ[ο]ύτων, μὴ εἰσά- | |
[γοντον οἰ περί]δρομοι καὶ οἰ δικάσκοποι μηδὲ ἄ[λλ]α ἄρχα μηδεῖα. | |
[ἐπιμέλεσθαι δὲ] τοὶς στροτάγοις καὶ τ[ο]ὶς β[ασίλ]ηας καὶ τοὶς πε- | |
[ριδρόμοις καὶ τ]οὶς δικασκόποις καὶ ταὶς [ἄλλα]ις ἄρχαις, αἴ κε | |
15 | [μὴ γίνηται ἄπαν]τα, ὠς ἐν τῶι ψ[αφίσματι γέγραπτ]αι, κατάγρεντον |
[δὲ τὸν ἀθέτεντά τι τῶν ἐν τῶι ψαφίσματι γεγρα]μμένων, ὤς κε μῆδ- | |
[εν διάφορον εἴη τοῖς κατεληλυθόντεσσι π]ρὸς τοὶς ἐν τᾶι πόλι | |
[πρόσθε ἔοντας, ἀλλὰ διάγοιεν οἰ διαλε]λύμενοι πάντες πρὸς ἀλ- | |
[λάλοις ἀνυπόπτως καὶ ἀνεπιβουλε]ύ̣τως καὶ ἐμμένοιεν ἐν τᾶι ἀ- | |
20 | [πυκρίσι τᾶι τῶ βασίληος καὶ ἐν τ]ᾶι διαλύσι τᾶι ἐν τούτωι τῶι ψα- |
[φίσματι. διαλλάκταις δ’ ἔλεσθ]αι τὸν δᾶμον ἄνδρας εἴκοσι, δέκα | |
[μὲν ἐκ τῶν κατελθόντων, δέκ]α δὲ ἐκ τῶν ἐν τᾶι πόλι πρόσθε ἐόντων. | |
[οὖτοι δὲ σπουδαίως φυλάσσ]οντον καὶ ἐπιμέλεσθον, ὠς μῆδεν ἔσ- | |
[σεται διάφορον τοῖς κατ]ε̣λθόντεσσι καὶ τοῖς ἐν τᾶι πόλι πρόσ- | |
25 | [θε ἐόντεσσι· πράξοισι δὲ] καὶ περὶ τῶν ἀμφισβατημένων κτημάτων |
[ὠς οἴ τε κατέλθοντες κ]αὶ πρὸς τοὶς ἐν τᾶι πόλι ἔοντας καὶ πρὸς | |
[ἀλλάλοις μάλιστα μ]ὲν διαλυθήσονται, αἰ δὲ μή, ἔσσονται ὠς δικ- | |
[αιότατοι καὶ ἐν τα]ῖς διαλυσίεσσι, ταὶς ὀ βασίλευς ἐπέκριννε, | |
[καὶ ἐν τᾶι συναλλάγ]αι ἐμμενέοισι πάντες καὶ οἰκήσοισι τὰμ πό- | |
30 | [λιν ἀτρέστως καὶ ὀ]μονόεντες πρὸς ἀλλάλοις, καὶ περὶ χρημάτων |
[πεδὰ τὸ προσδέδεχ]θαι ταὶς διαλύσις ὠς πλεῖστα καὶ περὶ ὄρκω | |
[τόν κε ἀπομόσσοισι οἰ] πόλιται, περὶ τούτων πάντων ὄσσα κε ὀμο- | |
[λογέωισι πρὸς ἀλλάλο]ις, οἰ ἀγρέθεντες ἄνδρες φέροντον ἐπὶ τ- | |
[ὸν δᾶμον, ὀ δὲ δᾶμος ἀκο]ύσαις, ἆι κε ἄγηται συμφέρην, βολλευέτω. | |
35 | [αἰ δέ κε ὀ δᾶμος ἄγηται τὰ] ὀμολογήμενα πρὸς ἀλλάλοις συμφέρον- |
[τα, ψαφίσασθαι καὶ τοῖς κα]τελθόντεσσι ἐπὶ Σμινθίνα προτάνιος, | |
[ὄσσα κε τοῖς λοίποισι ψαφ]ίσθη. αἰ δέ κέ τι ἐνδεύη τῶ ψαφίσματος, | |
περὶ τούτω ἀ κρίσις ἔστω ἐπ]ὶ τᾶι βόλλαι. κυρώθεντος δὲ τῶ ψαφίσ- | |
[ματος ὐπὸ τῶ δάμω σύμπαντα] τὸν δᾶμον ἐν τᾶι εἰκοίσται τῶ μῆννος | |
40 | [πεδὰ τὰν θυσίαν εὔξασθαι τ]οῖς θέοισι ἐπὶ σωτηρίαι καὶ εὐδαι- |
[μονίαι τῶν πολίταν πάντων] γένεσθαι τὰν διάλυσιν τοῖς κατελ- | |
[θόντεσσι καὶ τοῖς πρόσθε ἐ]ν τᾶι πόλι ἐόντεσσι· τοὶ[ς δ]ὲ ἴρηας τ- | |
[οὶς δαμοτέλεας πάντας καὶ] ταὶς ἰρείαις ὀείγην τ[οὶ]ς ναύοις καὶ | |
[τὸν δᾶμον πρὸς εὔχαν συνέλ]θην. τὰ δὲ ἶρα τὰ ὀ δᾶμος [ε]ὔξατο, ὄτε ἐξ- | |
45 | [έπεμψε τοὶς ἀγγέλοις πρὸς] τὸν βασίληα, ἀπυδόμεναι τοῖς βασί- |
[ληος γενεθλίοισι κατ’ ἐνίαυ]τον· παρέμμεναι δὲ τᾶι θυσίαι καὶ [το]- | |
[ὶς εἴκοσι ἄνδρας καὶ τοὶς ἀ]γγέλοις τοὶς πρὸς τὸν βασίληα πέ[μφ]- | |
[θεντας τοὶς ἀπὺ τῶν πρόσθε] ἐν τᾶι πόλι ἐόντων καὶ τοὶς ἀπ[ὺ τῶν] | |
[κατελθόντων. τὸ δὲ ψάφισμα τ]οῦτο ἀναγράψαντας τοὶς τ[αμίαις εἰς] | |
50 | [στάλλαν — — —] |
IG XII,2
6[1]