[ ] Lesbos — Mytilene — stoich. — after 324 BC — IG XII,Suppl. p. 3
See also:
1 [— — — — — — — καὶ οἰ β]ασί[ληες προστί]θ̣η̣σ[θον τῶι κατεληλύθον]-
[τι ὠς τέχναν τεχνα]μέν̣[ω τ]ῶ ἐ[ν τᾶι] πόλι πρόσθε [ἔοντος. αἰ δέ κέ τις]
[TW=N KATELHLUQO/N]TWN MH\ E)MME/NH E)N TAI=S DIALUSI/[E]S?SI TAU/T?[AISI],
[μὴ ․․․7․․․ ἐφ]εζέσθω πὰρ τᾶς πόλιος κτήματος μή̣δενος μη̣[δὲ στ]-
5 [ειχέτω ἐπὶ μῆ]δεν τῶμ παρεχώρησαν αὔτωι οἰ ἐν τᾶι πόλι πρό[σθε]
[ἔοντες, ἀλλὰ σ]τείχοντον ἐπὶ ταῦτα τὰ κτήματα οἰ παρχωρήσαν̣[τ]-
[ες αὔτωι ἐκ τῶν] ἐν τᾶι πόλι πρόσθε ἐόντων, καὶ οἰ στρόταγοι εἰσ-
[AU=QIS A)POFE/RO]NTON E)PI\ TO\N E)N TA=I PO/LI PRO/SQE E)/ONTA TA\ KTH/MATA,
[ὠς μὴ συναλλαγ]μένω τῶ κατεληλύθοντος, καὶ οἰ βασίληε̣ς προστί-
10 [θησθον τῶι ἐν τ]ᾶι πόλι πρόσθε ἔοντι ὠς τέχναν τεχναμένω τῶ κα-
[τεληλύθοντος]· μηδ’ αἴ κέ τις δίκαν γράφηται περὶ τ[ο]ύτων, μὴ εἰσά-
[γοντον οἰ περί]δρομοι καὶ οἰ δικάσκοποι μηδὲ ἄ[λλ]α ἄρχα μηδεῖα.
[ἐπιμέλεσθαι δὲ] τοὶς στροτάγοις καὶ τ[ο]ὶς β[ασίλ]ηας καὶ τοὶς πε-
[ριδρόμοις καὶ τ]οὶς δικασκόποις καὶ ταὶς [ἄλλα]ις ἄρχαις, αἴ κε
15 [μὴ γίνηται ἄπαν]τα, ὠς ἐν τῶι ψ[αφίσματι γέγραπτ]αι, κατάγρεντον
[δὲ τὸν ἀθέτεντά τι τῶν ἐν τῶι ψαφίσματι γεγρα]μμένων, ὤς κε μῆδ-
[εν διάφορον εἴη τοῖς κατεληλυθόντεσσι π]ρὸς τοὶς ἐν τᾶι πόλι
[PRO/SQE E)/ONTAS, A)LLA\ DIA/GOIEN OI) DIALE]LU/MENOI PA/NTES PRO\S A)L-
[λάλοις ἀνυπόπτως καὶ ἀνεπιβουλε]ύ̣τως καὶ ἐμμένοιεν ἐν τᾶι ἀ-
20 [πυκρίσι τᾶι τῶ βασίληος καὶ ἐν τ]ᾶι διαλύσι τᾶι ἐν τούτωι τῶι ψα-
[φίσματι. διαλλάκταις δ’ ἔλεσθ]αι τὸν δᾶμον ἄνδρας εἴκοσι, δέκα
[μὲν ἐκ τῶν κατελθόντων, δέκ]α δὲ ἐκ τῶν ἐν τᾶι πόλι πρόσθε ἐόντων.
[οὖτοι δὲ σπουδαίως φυλάσσ]οντον καὶ ἐπιμέλεσθον, ὠς μῆδεν ἔσ-
[σεται διάφορον τοῖς κατ]ε̣λθόντεσσι καὶ τοῖς ἐν τᾶι πόλι πρόσ-
25 [θε ἐόντεσσι· πράξοισι δὲ] καὶ περὶ τῶν ἀμφισβατημένων κτημάτων
[ὠς οἴ τε κατέλθοντες κ]αὶ πρὸς τοὶς ἐν τᾶι πόλι ἔοντας καὶ πρὸς
[ἀλλάλοις μάλιστα μ]ὲν διαλυθήσονται, αἰ δὲ μή, ἔσσονται ὠς δικ-
[αιότατοι καὶ ἐν τα]ῖς διαλυσίεσσι, ταὶς ὀ βασίλευς ἐπέκριννε,
[καὶ ἐν τᾶι συναλλάγ]αι ἐμμενέοισι πάντες καὶ οἰκήσοισι τὰμ πό-
30 [λιν ἀτρέστως καὶ ὀ]μονόεντες πρὸς ἀλλάλοις, καὶ περὶ χρημάτων
[πεδὰ τὸ προσδέδεχ]θαι ταὶς διαλύσις ὠς πλεῖστα καὶ περὶ ὄρκω
[τόν κε ἀπομόσσοισι οἰ] πόλιται, περὶ τούτων πάντων ὄσσα κε ὀμο-
[λογέωισι πρὸς ἀλλάλο]ις, οἰ ἀγρέθεντες ἄνδρες φέροντον ἐπὶ τ-
[ὸν δᾶμον, ὀ δὲ δᾶμος ἀκο]ύσαις, ἆι κε ἄγηται συμφέρην, βολλευέτω.
35 [αἰ δέ κε ὀ δᾶμος ἄγηται τὰ] ὀμολογήμενα πρὸς ἀλλάλοις συμφέρον-
[τα, ψαφίσασθαι καὶ τοῖς κα]τελθόντεσσι ἐπὶ Σμινθίνα προτάνιος,
[ὄσσα κε τοῖς λοίποισι ψαφ]ίσθη. αἰ δέ κέ τι ἐνδεύη τῶ ψαφίσματος,
περὶ τούτω ἀ κρίσις ἔστω ἐπ]ὶ τᾶι βόλλαι. κυρώθεντος δὲ τῶ ψαφίσ-
[ματος ὐπὸ τῶ δάμω σύμπαντα] τὸν δᾶμον ἐν τᾶι εἰκοίσται τῶ μῆννος
40 [πεδὰ τὰν θυσίαν εὔξασθαι τ]οῖς θέοισι ἐπὶ σωτηρίαι καὶ εὐδαι-
[μονίαι τῶν πολίταν πάντων] γένεσθαι τὰν διάλυσιν τοῖς κατελ-
[θόντεσσι καὶ τοῖς πρόσθε ἐ]ν τᾶι πόλι ἐόντεσσι· τοὶ[ς δ]ὲ ἴρηας τ-
[οὶς δαμοτέλεας πάντας καὶ] ταὶς ἰρείαις ὀείγην τ[οὶ]ς ναύοις καὶ
[τὸν δᾶμον πρὸς εὔχαν συνέλ]θην. τὰ δὲ ἶρα τὰ ὀ δᾶμος [ε]ὔξατο, ὄτε ἐξ-
45 [έπεμψε τοὶς ἀγγέλοις πρὸς] τὸν βασίληα, ἀπυδόμεναι τοῖς βασί-
[ληος γενεθλίοισι κατ’ ἐνίαυ]τον· παρέμμεναι δὲ τᾶι θυσίαι καὶ [το]-
[ὶς εἴκοσι ἄνδρας καὶ τοὶς ἀ]γγέλοις τοὶς πρὸς τὸν βασίληα πέ[μφ]-
[θεντας τοὶς ἀπὺ τῶν πρόσθε] ἐν τᾶι πόλι ἐόντων καὶ τοὶς ἀπ[ὺ τῶν]
[κατελθόντων. τὸ δὲ ψάφισμα τ]οῦτο ἀναγράψαντας τοὶς τ[αμίαις εἰς]
50 [στάλλαν — — —]
Search Help
Contact Us