1 | [— — — — — καὶ οἰ β]ασ[ίληες προστίθ]ησ[θον τῷ κατεληλύθον]- |
[τι ὠς τέχναν τεχνα]μέ[νω τ]ῶ ἐ[ν τᾶι] πόλι πρόσθε [ἔοντος. αἰ δέ κέ τις] | |
[τῶν κατεληλυθόν]των μὴ ἐμμένη ἐν ταῖς διαλυσί[ε]σσι ταύ[ταισι] | |
[μη ․․․․․․․․․ ἐ]ζέσθω πὰρ τᾶς πόλιος κτήματος μηδενὸς μ[ηδὲ στ]- | |
5 | [ειχέτω ἐπὶ μη]δὲν τῶμ παρεχώρησαν αὔτωι οἰ ἐν τᾶι πόλι πρό[σθε] |
[ἔοντες, ἀλλὰ σ]τειχόντων ἐπὶ ταῦτα τὰ κτήματα οἰ παρχωρήσα[ντ]- | |
[ες αὔτωι ἐκ τῶν] ἐν τᾶι πόλι πρόσθε ἐόντων, καὶ οἰ στρόταγοι εἰς | |
[αὖθις ἀποφέρο]ντον ἐπὶ τὸν ἐν τᾶι πόλι πρόσθε ἔοντα τὰ κτήματα | |
[ὠς μὴ συνηλλαγ]μένω τῶ κατεληλύθοντος καὶ οἰ βασίληες προστί- | |
10 | [θησθον τῶι ἐν τ]ᾶι πόλι πρόσθε ἔοντι ὠς τέχναν τεχναμένω τῶ κα- |
[τεληλύθοντος]· μηδ’ αἴ κέ τις δίκαν γράφηται περὶ τ[ο]ύτων μὴ εἰσά- | |
[γοντον οἰ περί]δρομοι καὶ οἰ δικάσκοποι μηδὲ [ἄλλ]α ἄρχα μηδεΐα | |
[․․․․․․․․․․․ δὲ] τοὶς στροτάγοις καὶ τοὶς β[ασίλ]ηας καὶ τοὶς πε- | |
[ριδρόμοις καὶ τ]οὶς δικασκόποις καὶ ταὶς [ἄλλα]ις ἄρχαις αἴ κε | |
15 | [μὴ ․․․․․․․․ πάν]τα ὠς ἐν τῶι ψ[αφίσματι γέγραπτ]αι, κατάγρεντον |
[δὲ τὸν ἀθέτεντά τι τῶν ἐν τῶι ψαφίσματι γεγρα]μμένων, ὤς κε μηδ- | |
[ὲν διάφορον εἴη τοῖς κατεληλυθόντεσσι π]ρὸς τοὶς ἐν τᾶι πόλι | |
[πρόσθε ἔοντας, ἀλλὰ διάγοιεν οἱ διαλε]λύμενοι πάντες πρὸς ἀλ- | |
[λάλοις ἀνυπόπτως καὶ ἀνεπιβουλεύ]τως καὶ ἐμμένοιεν ἐν τᾶι ἀ- | |
20 | [ποκρίσι τᾶι τῶ βασίληος καὶ ἐν τᾶ]ι διαλύσι τᾶι ἐν τούτωι τῶι ψα- |
[φίσματι. ․․․․․․․․․․ δὲ ἔλεσθ]αι τὸν δᾶμον ἄνδρας εἴκοσι, δέκα | |
[μὲν ἐκ τῶν κατελθόντων, δέκα] δὲ ἐκ τῶν ἐν τᾶι πόλι πρόσθε ἐόντων· | |
[οὖτοι δὲ πρῶτον μὲν φυλάσσ]οντον καὶ ἐπιμέλεσθον ὠς μηδὲν ἔσ- | |
[σεται διάφορον τοῖς κατε]λθόντεσσι καὶ τοῖς ἐν τᾶι πόλι πρόσ- | |
25 | [θε ἐόντεσσι ․․․․․․․․․]. καὶ περὶ τῶν ἀμφισβατημένων κτημάτων |
[ὠς οἰ ․․․․․․․․․․․․․․]αι πρὸς τοὶς ἐν τᾶι πόλι ἔοντας καὶ πρὸς | |
[ἀλλάλοις μάλιστα μ]ὲν διαλυθήσονται, αἰ δὲ μή, ἔσσονται ὠς δικ- | |
[αζόμενοι καὶ ἐν τα]ῖς διαλυσίεσσι ταὶς ὀ βασίλευς ἐπέκριννε | |
[καὶ ἐν τᾶι συναλλάγ]αι ἐμμενέοισι πάντες καὶ οἰκήσοισι τὰμ πό- | |
30 | [λιν καὶ τὰγ χώραν ὀ]μονόεντες πρὸς ἀλλάλοις, καὶ περὶ χρημάτων. |
[μετὰ τὸ παραδέδεχ]θαι ταὶς διαλύσις ὠς πλεῖστα, καὶ περὶ ὄρκω | |
[τόγ κε ἀπομόσσωισι οἰ] πολῖται, περὶ τούτων πάντων ὄσσα κε ὀμο- | |
[λογήμενα πρὸς ἀλλάλο]ις οἰ ἀγρέθεντες ἄνδρες φέροντον ἐπὶ τ- | |
[ὸν δᾶμον, ὀ δὲ δᾶμος ἀκο]ύσαις, αἴ κε ἄγηται συμφέρην, βολλευέτω· | |
35 | [αἰ δέ κε ὀ δᾶμος ἄγηται τὰ] ὀμολογήμενα πρὸς ἀλλάλοις συμφέρον- |
[τα ․․․․․․․․․․․․․ τοῖς κα]τελθόντεσσι ἐπὶ Σμιθίνα προτάνιος | |
[․․․․․․․․․․․․․․․․․ ἐψαφ]ίσθη. αἰ δέ κέ τι ἐνδεύη τῶ ψαφίσματος, | |
[περὶ τούτω ἀ κρίσις ἔστω ἐπ]ὶ τᾶι βόλλαι. κυρώθεντος δὲ τῶ ψαφίσ- | |
[ματος ὐπὸ τῶ δάμω σύμπαντα] τὸν δᾶμον ἐν τᾶι εἰκοίσται τῶ μῆννος | |
40 | [μετὰ τὰν θυσίαν εὔξασθαι τ]οῖς θέοισι ἐπὶ σωτηρίαι καὶ εὐδαι- |
[μονίαι τῶν πολίταν πάντων γ]ένεσθαι τὰν διάλυσιν τ[ο]ῖς κατελ- | |
[θόντεσσι καὶ τοῖς πρόσθε] ἐν τᾶι πόλι ἐόντεσσι, τοὶ[ς δ]ὲ ἴρηας τ- | |
[οὶς δαμοσίοις ἄπαντας(?) καὶ] ταὶς ἰρείαις ὀείγην τ[οὶ]ς ναύοις καὶ | |
[․․․․․․․․․․․․․․․․․․․․έλ]θην. τὰ δὲ ἶρα τὰ ὀ δᾶμος [ε]ὔξατο ὄτε ἐξ- | |
45 | [ἔπεμψε τοὶς ἀγγέλοις πρὸς] τὸν βασίληα ἀπυδόμεναι τοῖς βασί- |
[ληος γενεθλίοισι κατ’ ἐνίαυ]τον· παρέμμεναι δὲ τᾶι θυσίαι καὶ [το]- | |
[ὶς εἴκοσι ἄνδρας καὶ τοὶς ἀ]γγέλοις τοὶς πρὸς τὸν βασίληα πέ[μφ]- | |
[θεντας τοὶς ἀπὺ τῶν πρόσθε ἐ]ν τᾶι πόλι ἐόντων καὶ τοὶς ἀ[πὺ τῶν] | |
[κατελθόντων. τὸ δὲ ψάφισμα τ]οῦτο ἀναγράψαντας τοὶς τ[αμίαις] | |
50 | [εἰς στάλλαν {²κτλ.}²] |
IG XII,2
6