[ ] Lesbos — Mytilene — stoich.
1 [— — — — — καὶ οἰ β]ασ[ίληες προστίθ]ησ[θον τῷ κατεληλύθον]-
[τι ὠς τέχναν τεχνα]μέ[νω τ]ῶ ἐ[ν τᾶι] πόλι πρόσθε [ἔοντος. αἰ δέ κέ τις]
[τῶν κατεληλυθόν]των μὴ ἐμμένη ἐν ταῖς διαλυσί[ε]σσι ταύ[ταισι]
[μη ․․․․․․․․․ ἐ]ζέσθω πὰρ τᾶς πόλιος κτήματος μηδενὸς μ[ηδὲ στ]-
5 [ειχέτω ἐπὶ μη]δὲν τῶμ παρεχώρησαν αὔτωι οἰ ἐν τᾶι πόλι πρό[σθε]
[ἔοντες, ἀλλὰ σ]τειχόντων ἐπὶ ταῦτα τὰ κτήματα οἰ παρχωρήσα[ντ]-
[ες αὔτωι ἐκ τῶν] ἐν τᾶι πόλι πρόσθε ἐόντων, καὶ οἰ στρόταγοι εἰς
[αὖθις ἀποφέρο]ντον ἐπὶ τὸν ἐν τᾶι πόλι πρόσθε ἔοντα τὰ κτήματα
[ὠς μὴ συνηλλαγ]μένω τῶ κατεληλύθοντος καὶ οἰ βασίληες προστί-
10 [θησθον τῶι ἐν τ]ᾶι πόλι πρόσθε ἔοντι ὠς τέχναν τεχναμένω τῶ κα-
[τεληλύθοντος]· μηδ’ αἴ κέ τις δίκαν γράφηται περὶ τ[ο]ύτων μὴ εἰσά-
[γοντον οἰ περί]δρομοι καὶ οἰ δικάσκοποι μηδὲ [ἄλλ]α ἄρχα μηδεΐα
[․․․․․․․․․․․ δὲ] τοὶς στροτάγοις καὶ τοὶς β[ασίλ]ηας καὶ τοὶς πε-
[ριδρόμοις καὶ τ]οὶς δικασκόποις καὶ ταὶς [ἄλλα]ις ἄρχαις αἴ κε
15 [μὴ ․․․․․․․․ πάν]τα ὠς ἐν τῶι ψ[αφίσματι γέγραπτ]αι, κατάγρεντον
[δὲ τὸν ἀθέτεντά τι τῶν ἐν τῶι ψαφίσματι γεγρα]μμένων, ὤς κε μηδ-
[ὲν διάφορον εἴη τοῖς κατεληλυθόντεσσι π]ρὸς τοὶς ἐν τᾶι πόλι
[πρόσθε ἔοντας, ἀλλὰ διάγοιεν οἱ διαλε]λύμενοι πάντες πρὸς ἀλ-
[λάλοις ἀνυπόπτως καὶ ἀνεπιβουλεύ]τως καὶ ἐμμένοιεν ἐν τᾶι ἀ-
20 [ποκρίσι τᾶι τῶ βασίληος καὶ ἐν τᾶ]ι διαλύσι τᾶι ἐν τούτωι τῶι ψα-
[φίσματι. ․․․․․․․․․․ δὲ ἔλεσθ]αι τὸν δᾶμον ἄνδρας εἴκοσι, δέκα
[μὲν ἐκ τῶν κατελθόντων, δέκα] δὲ ἐκ τῶν ἐν τᾶι πόλι πρόσθε ἐόντων·
[οὖτοι δὲ πρῶτον μὲν φυλάσσ]οντον καὶ ἐπιμέλεσθον ὠς μηδὲν ἔσ-
[σεται διάφορον τοῖς κατε]λθόντεσσι καὶ τοῖς ἐν τᾶι πόλι πρόσ-
25 [θε ἐόντεσσι ․․․․․․․․․]. καὶ περὶ τῶν ἀμφισβατημένων κτημάτων
[ὠς οἰ ․․․․․․․․․․․․․․]αι πρὸς τοὶς ἐν τᾶι πόλι ἔοντας καὶ πρὸς
[ἀλλάλοις μάλιστα μ]ὲν διαλυθήσονται, αἰ δὲ μή, ἔσσονται ὠς δικ-
[αζόμενοι καὶ ἐν τα]ῖς διαλυσίεσσι ταὶς ὀ βασίλευς ἐπέκριννε
[καὶ ἐν τᾶι συναλλάγ]αι ἐμμενέοισι πάντες καὶ οἰκήσοισι τὰμ πό-
30 [λιν καὶ τὰγ χώραν ὀ]μονόεντες πρὸς ἀλλάλοις, καὶ περὶ χρημάτων.
[μετὰ τὸ παραδέδεχ]θαι ταὶς διαλύσις ὠς πλεῖστα, καὶ περὶ ὄρκω
[τόγ κε ἀπομόσσωισι οἰ] πολῖται, περὶ τούτων πάντων ὄσσα κε ὀμο-
[λογήμενα πρὸς ἀλλάλο]ις οἰ ἀγρέθεντες ἄνδρες φέροντον ἐπὶ τ-
[ὸν δᾶμον, ὀ δὲ δᾶμος ἀκο]ύσαις, αἴ κε ἄγηται συμφέρην, βολλευέτω·
35 [αἰ δέ κε ὀ δᾶμος ἄγηται τὰ] ὀμολογήμενα πρὸς ἀλλάλοις συμφέρον-
[τα ․․․․․․․․․․․․․ τοῖς κα]τελθόντεσσι ἐπὶ Σμιθίνα προτάνιος
[․․․․․․․․․․․․․․․․․ ἐψαφ]ίσθη. αἰ δέ κέ τι ἐνδεύη τῶ ψαφίσματος,
[περὶ τούτω ἀ κρίσις ἔστω ἐπ]ὶ τᾶι βόλλαι. κυρώθεντος δὲ τῶ ψαφίσ-
[ματος ὐπὸ τῶ δάμω σύμπαντα] τὸν δᾶμον ἐν τᾶι εἰκοίσται τῶ μῆννος
40 [μετὰ τὰν θυσίαν εὔξασθαι τ]οῖς θέοισι ἐπὶ σωτηρίαι καὶ εὐδαι-
[μονίαι τῶν πολίταν πάντων γ]ένεσθαι τὰν διάλυσιν τ[ο]ῖς κατελ-
[θόντεσσι καὶ τοῖς πρόσθε] ἐν τᾶι πόλι ἐόντεσσι, τοὶ[ς δ]ὲ ἴρηας τ-
[οὶς δαμοσίοις ἄπαντας(?) καὶ] ταὶς ἰρείαις ὀείγην τ[οὶ]ς ναύοις καὶ
[․․․․․․․․․․․․․․․․․․․․έλ]θην. τὰ δὲ ἶρα τὰ ὀ δᾶμος [ε]ὔξατο ὄτε ἐξ-
45 [ἔπεμψε τοὶς ἀγγέλοις πρὸς] τὸν βασίληα ἀπυδόμεναι τοῖς βασί-
[ληος γενεθλίοισι κατ’ ἐνίαυ]τον· παρέμμεναι δὲ τᾶι θυσίαι καὶ [το]-
[ὶς εἴκοσι ἄνδρας καὶ τοὶς ἀ]γγέλοις τοὶς πρὸς τὸν βασίληα πέ[μφ]-
[θεντας τοὶς ἀπὺ τῶν πρόσθε ἐ]ν τᾶι πόλι ἐόντων καὶ τοὶς ἀ[πὺ τῶν]
[κατελθόντων. τὸ δὲ ψάφισμα τ]οῦτο ἀναγράψαντας τοὶς τ[αμίαις]
50 [εἰς στάλλαν {²κτλ.}²]
Search Help
Contact Us