[ ] Att. — s. III/IV p.
1                ἀγαθ[ῆι] τύχηι.
Πᾶνα τὸν Ἑρμείου φ[ίλον υἱέ]α τρισσοὶ ἑταῖρο[ι]
εἷσαν ἐν οἰοπόλοις ο[ὔρεσι] Θρηίκιοι
πάντες ὁμοφρονέοντ[ε]ς, ἴσον ψυχαῖσι π[νέοντες]·
5 ὧν ὁ μὲν ὁπλότατος Λοῦππος ἔην ἐχ[έφρων],
[Εἰσιγέν]ης δὲ ἠὺς προφερέστατος ἔ[πλετο πάντων] ?,
[καὶ Θε]όδωρος τεὸν μέτρ[ωι ἔμελψε κλέος]·
[οἷς σὺ] δίδου βίοτον λι[παρόν τ’ εἰς γῆρας ἱκέσθαι].
— — —
Search Help
Contact Us