[ ] Att. — s. II p.
1 εἰμὶ μέν, ὡς ἐσορᾷς, Νέμεσις μερόπων ἀνθρώπων,
 εὔπτερος, ἀθανάτα, κύκλον ἔχουσα πόλου·
πωτῶμαι δ’ ἀνὰ κοσμὸν ἀεὶ πολυγηθεῖ θυμῷ
 δερκομένα θνατῶν φῦλον ἀεὶ γενεῶν.
5 ἀλλά με σεμνὸς ἀνὴρ τεύξ<α>ς σοφὸς Ἀρτεμίδωρος
 στῆσεν ἐπ’ εὐχωλαῖς λαινέοισι τύποις.
Search Help
Contact Us