| 1 | εἰμὶ μέν, ὡς ἐσορᾷς, Νέμεσις μερόπων ἀνθρώπων, |
| εὔπτερος, ἀθανάτα, κύκλον ἔχουσα πόλου· | |
| πωτῶμαι δ’ ἀνὰ κοσμὸν ἀεὶ πολυγηθεῖ θυμῷ | |
| δερκομένα θνατῶν φῦλον ἀεὶ γενεῶν. | |
| 5 | ἀλλά με σεμνὸς ἀνὴρ τεύξ<α>ς σοφὸς Ἀρτεμίδωρος |
| στῆσεν ἐπ’ εὐχωλαῖς λαινέοισι τύποις. |
IG II²
4792