[ ] Att. — s. III p.
1            ἀγαθῇ τύχῃ.
ἔγρ<εο>, Παιήων Ἀσκληπιέ, κοίρανε λαῶν, |
Λητοίδου σεμνῆς τε Κορωνίδος ἠπιόφρων
παῖ, | ὕπνον ἀπὸ βλεφάρων σκεδάσας εὐχῶν
5 ἐπάκουε | σῶν μερόπων, οἳ πολλὰ γεγηθό-
τες ἱλάσκονται | σὸν σθένος, ἠπιόφρων Ἀσ-
κληπιέ, πρῶτον Ὑγείαν· | ἔγρ<εο> καὶ τεὸν ὕ-
μνον, ἰήιε, κ<έ>κλυ<θ>ι· χαῖρε.
8a                          vac. 0.015
9 Ὑγεία, βροτοῖσι πρεσβίστα μακάρων, μετὰ σοῦ ν<αί>-
10 <ε>ιν τὸ λειπόμενον | βίου· σὺ δέ μοι πρόφρων
ξυ<ν>είη<ς>. | <εἰ> δ’ αὖθις ἢ πλούτου χάρι<ς> ἢ τεκέ-
ων, | <εἰ> δ’ αὖθις εὐδαίμονος ἀ<ν>θρώπο<ι>ς βασιλη-
ίδος ἀρχᾶς ἢ π<όθω>ν, | <οὓς> ζυγίης Ἀφροδείτας ἕλ-
κεσι θηρεύομεν· | <εἰ> δέ τις ἄλλα θεόθεν ἀν-
15 θρώποισι τέρψι<ς> ἢ πόνων ἀ<μπν>οὰ <π>έ<φ>αν-
ται, | μετὰ <σ>ῖ<ο>, μάκ<αιρ’> Ὑγεία, | τέθαλε καὶ [λάμ]-
πει Χαρίτων ὄα[ρ]ο[ι]· | σέθεν [δὲ χωρὶς οὔτις]
εὐδαίμων ἔφυ.               vac. 0.011
νέ<ον> θάλος ἄφθιτον ․․․․․12․․․․․ Τελεσφό-
20 ρε, σὰς ἀρετὰ<ς> ․․․․․13․․․․․․ πάνσοφε
λυσιπονοι. ․․․․․․․․․21․․․․․․․․․․ δ<αῖ>-
μον ․․․․․․․․․․․25․․․․․․․․․․․․ θά-
νατον λα<θ>ικηδ[έα ․․․․11․․․․․ πάγ]γλωσ-
σα γένη | μερόπων ἀνεγείρατε <ἐ>κ κ[α]μάτων |
25 βαρυαλγέα νοῦσον ἀπωσαμένω· | Π[αι]ὰν δὲ
γέγηθεν ἀκειρεκόμης | νέον ἔρνος [ἔ]χων σε,
Τελεσφόρε, τὸν | περὶ κὴρ ἔστη, | καὶ πολλάκι {ς} σε-
μνὰ θεοῦ καμάτου | βροτὸν ἐς φ̣[άο]ς εὔδ[ι]-
ον αὐτὸς ἄγων | μετὰ σ{ε}οῦ {²⁶σοῦ}²⁶ βαρὺ ἄλ[γος ἀφεῖλεν].
30 <ἤ>δη χαῖρέ μοι, ὦ ἰώμενος, ὦ πολύ[τει]με, | παῖ[ζε, Τε]-
<λ>εσφόρε, παῖζ’, ἰ<ή>, σύ γε γηθοσύ[νοισι | σοῖς] περὶ φαι-
δρὰ πρόσωπα γέλωτα χέ<ε>ις ἱερε[ῦσι]ν. | ὑμναίο-
μ[έ]ν σε, μάκαρ, φαεσίνβροτε, <δ>ῶ<τ>ορ ἐάω<ν>, | Παιᾶ-
νος ἵδρυμα, Τελεσφόρε κλεινέ, δ[ιοικῶ]ν. | καί σε Ἐπι-
35 δαύριοι μὲν ἀλεξιχόροισιν ἀοι[δ]αῖς | γηθ[ό]συνοι
μέλπουσιν, ἄναξ, Ἀκέσιν καλέοντες, | οὕ<ν>ε<κ>’ ἄ<κ>ος θν[η]-
τοῖσι φέρεις <σ>τυγερῶν ὀδυνάων, | Κεκροπίδ<αι δ’> ᾄδουσι Τελε[σ]-
φόρον, ἐξότε γ<αί>ῃ | νοῦσον ἀπωσάμενος πυροφ<θ>όρον ἐς
τέλος αὐτοῖ<ς> | εὐ<φ>ο<ρ>[ί]ην ταχέως λαθι[κ]ηδέα, δαῖμον, ἔθη-
40 κας. | οὐ μὰν [το]ῦδε χάριν σε Τελεσφόρ<ον> ᾄδομεν οἶον, | ἀλλ’ ὅτι κ[αὶ]
Παιᾶνος ἀκειρεκόμου θεραπείαις | ζωοφόρον <σ’ ἔ>θ[ρεψεν].
ἰὼ μάκαρ, αὐτὸς ὁ Βάκχος.
Search Help