[ ]
Att. — med. s. II p.
1 | Διοφάντου Ͻ Σφητ |
τάδε σοὶ ζάκορος φίλιος λέγω | |
Ἀσκληπιέ, Λητοίδου πάι· | |
πῶς χρύσεον ἐς δόμον ἵξομαι | |
5 | τὸν σὸν, μάκαρ ὦ πεποθημένε, |
θεία κεφαλά, πόδας οὐκ ἔχων, | |
οἷς τὸ πρὶν ἐς ἱερὸν ἤλυθον, | |
εἰ μὴ σὺ πρόφρων ἐθέλοις ἐμέ | |
ἰασάμενος <π>άλιν εἰσάγειν, | |
10 | ὅππως σ’ ἐσίδω, τὸν ἐμὸν θεόν, |
τὸν φαιδρότερον χθονὸς εἰαρινᾶς; | |
11a | vac. 0.04 |
12 | τάδε σοὶ Διόφαντος ἐπεύχομαι· |
σῶσόν με, μάκαρ, σθεναρώτατε, | |
ἰασάμενος ποδάγραν κακήν, | |
15 | πρὸς σοῦ πατρός, ὧι μεγάλ’ εὔχομαι· |
οὐ γὰρ τις ἐπιχθονίων βροτῶν | |
τοιῶνδε πόροι λύσιν ἀλγέων. | |
μόνος εἶ σύ, μάκαρ θεῖε, σθένων· | |
σὲ γὰρ θεοὶ οἱ πανυπείροχοι | |
20 | δῶρον μέγα, τὸν φιλελήμονα, |
θνητοῖς ἔπορον, λύσιν ἀλγέων. | |
21a | vac. 0.05 |
22 | [τρισμ]άκαρ, ὦ Παιὰν Ἀσκληπιέ, σῆς ὑπὸ τέχνης |
[ἰα]θεὶς Διόφαντος ἀνίατον κακὸν ἕλκος | |
οὐκέτι καρκινόπους ἐσορώμενος οὐδ’ ἐπ’ ἀκάνθας | |
25 | ὡς ἀγρίας βαίνων, ἀλλ’ ἀρτίπος, ὥσπερ ὑπέστης. |