[ ] Att. — s. I a.
1                         Μακε[δόνιος]
                       ἐποίη[σεν].
Δήλιον εὐφαρέτρα[ν ἑκατηβόλον — — — — — —]
  εὔφρονι θυμῷ εὐφημ[εῖτε — — — ἰὴ Παιάν]
5 ἱκτῆρ[α] κλάδον ἐν παλά[μαισιν ἔχοντες — — — —]
  ἀ[γλ]αὸν ἔρνος, κοῦροι Ἀθη[ναίων — —]
․․υρ․1-2․ ἄμε[μπ]τος ὕμνος ἀεὶ — — — — —
  κλυτὸν [․]#⁷․․․ον․6-7․․ vac.
ἐπιτάρροθον ὅγ ποτ[ε γεί]νατο νούσω[ν ἰητῆρ’ ἠδὲ]
10   δύης, Ἀσκληπιὸν εὔφ[ρον]α κοῦρον. vac.
τὸν δ’ ἀνὰ Πηλιάδας κορυφὰς ἐδίδαξε [τέ]χνη[ν τε καὶ σο]-
  φίαν Κένταυρος ἀλεξίπονον̣ [μ]ερόπεσσιν, vac.
παῖδα Κορωνίδος, ἤπιον ἀν[δ]ράσι, δαίμονα σεμνότα[τον].
τοῦ δ’ ἐγένοντο κόροι Ποδαλείριος ἠδὲ Μαχάων, Ἕλλη[σιν δύ’ ἀκέστορε]
15 ~z15
   λόγχης      vac.      ἰὴ Παιάν
ἠδ’ Ἰασὼ Ἀκεσώ τε καὶ Αἴγλη καὶ Πανάκεια, Ἠπιόνης κ̣[οῦροι σὺν]
  ἀριπρέπτῳ Ὑγιείᾳ,    vac.   ἰὴ Παιάν
χαῖρε, βροτοῖς μέγ’ ὄνειαρ, δαῖμον κλεινότατε, vac. [ἰὲ][ἰὲ Παιάν]
20 Ἀσκληπιέ, σὴν δὲ δίδου σοφίαν ὑμνοῦντας ἐς αἰ[εὶ θ]άλλειν vac.
  ἐν βιοτῇ σὺν τερπνοτάτῃ Ὑγιείᾳ, ἰὴ Παιά[ν]
σώζοις δ’ Ἀτθίδα Κεκροπίαν πόλιν αἰὲν ἐπερχόμ[εν]ος ἰὲ Παιάν
ἤπιος ἔσσο, μάκαρ, στυγερὰς δ’ ἀπέρυκε νούσους ἰὲ ὦ ἰὲ Παιάν.
Search Help