1 | Μακε[δόνιος] |
ἐποίη[σεν]. | |
Δήλιον εὐφαρέτρα[ν ἑκατηβόλον — — — — — —] | |
εὔφρονι θυμῷ εὐφημ[εῖτε — — — ἰὴ Παιάν] | |
5 | ἱκτῆρ[α] κλάδον ἐν παλά[μαισιν ἔχοντες — — — —] |
ἀ[γλ]αὸν ἔρνος, κοῦροι Ἀθη[ναίων — —] | |
․․υρ․1-2․ ἄμε[μπ]τος ὕμνος ἀεὶ — — — — — | |
κλυτὸν [․]#⁷․․․ον․6-7․․ vac. | |
ἐπιτάρροθον ὅγ ποτ[ε γεί]νατο νούσω[ν ἰητῆρ’ ἠδὲ] | |
10 | δύης, Ἀσκληπιὸν εὔφ[ρον]α κοῦρον. vac. |
τὸν δ’ ἀνὰ Πηλιάδας κορυφὰς ἐδίδαξε [τέ]χνη[ν τε καὶ σο]- | |
φίαν Κένταυρος ἀλεξίπονον̣ [μ]ερόπεσσιν, vac. | |
παῖδα Κορωνίδος, ἤπιον ἀν[δ]ράσι, δαίμονα σεμνότα[τον]. | |
τοῦ δ’ ἐγένοντο κόροι Ποδαλείριος ἠδὲ Μαχάων, Ἕλλη[σιν δύ’ ἀκέστορε] | |
15 | λόγχης vac. ἰὴ Παιάν |
ἠδ’ Ἰασὼ Ἀκεσώ τε καὶ Αἴγλη καὶ Πανάκεια, Ἠπιόνης κ̣[οῦροι σὺν] | |
ἀριπρέπτῳ Ὑγιείᾳ, vac. ἰὴ Παιάν | |
χαῖρε, βροτοῖς μέγ’ ὄνειαρ, δαῖμον κλεινότατε, vac. [ἰὲ] ὦ [ἰὲ Παιάν] | |
Ἀσκληπιέ, σὴν δὲ δίδου σοφίαν ὑμνοῦντας ἐς αἰ[εὶ θ]άλλειν vac. | |
20 | ἐν βιοτῇ σὺν τερπνοτάτῃ Ὑγιείᾳ, ἰὴ Παιά[ν] |
σώζοις δ’ Ἀτθίδα Κεκροπίαν πόλιν αἰὲν ἐπερχόμ[εν]ος ἰὲ Παιάν | |
ἤπιος ἔσσο, μάκαρ, στυγερὰς δ’ ἀπέρυκε νούσους ἰὲ ὦ ἰὲ Παιάν. |
IG II²
4473