[ ]
Att.
— — — — — — — — | |
1 | οὐδὲ τύχης σ’ ἐδάμασσε πάλιν κλίναντα τάλαντα, |
δυσμενέων ὀλοὴν ὕβριν ἀλευάμενον, | |
ἧι σε τέλος θανάτοιο <πολυκλαύτοιο> κίχανεν | |
ὡς παύρους προτέρων ἀνέρας ἀγχιθέων. | |
5 | τῶι ῥα καὶ ἁζόμενος σοφίης ἑὸν ἡγητῆρα |
<σ>τῆσεν Ἀλέξανδρον κλεινὸν ἅπασι Θέων. |