[ ] Att. — 379-395
See also:
1 ἀρχὸν ἐμὲ Θεόδωρον Ἀχαῶν εἰκόνι τῇδε
στῆσε Θεμιστοκλέης νεύματι Κεκροπίης.
ἀρχὸν ὁρᾷς Θεόδωρον, ὃς εὐδικίῃς ἀγανῇσι
σῶσε Πανελλήνων σώματα καὶ πόλιας.
5 τοὔνεκά μιν κατὰ ἄστυ Θεμιστοκλέης ἀνέθηκε
εἰκόνι λαινέῃ· τὼς γὰρ ἄνωγε πόλις·
εὐχόμενος μετέπιτα θεῷ γεννήτορι πάντων
καὶ χαλκοῦ<ν> στήσ[2ε>ιν νεύματι Θευδοσίου.
Search Help
Contact Us