[ ] Delos
I,A.1 ἐπικαλοῦμαι καὶ ἀξιῶ τὸν θεὸν τὸν
ὕψιστον τὸν κύριον τῶν πνευμάτων
καὶ πάσης σαρκός, ἐπὶ τοὺς δόλωι φονεύ-
σαντας ἢ φαρμακεύσαντας τὴν τα-
5 λαίπωρον ἄωρον Ἡράκλεαν, ἐχχέαν-
τας αὐτῆς τὸ ἀναίτιον αἷμα ἀδί-
κως, ἵνα οὕτως γένηται τοῖς φονεύ-
σασιν αὐτὴν ἢ φαρμακεύσασιν καὶ
τοῖς τέκνοις αὐτῶν, Κύριε ὁ πάντα ἐ-
10 φορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ᾧ πᾶσα ψυ-
χὴ ἐν τῇ σήμερον ἡμέραι ταπεινοῦτα[ι]
μεθ’ ἱκετείας ἵνα ἐγδικήσῃς τὸ αἷμα τὸ ἀ-
ναίτιον ζητήσεις καὶ τὴν ταχίστην.
I,B.1 ἐπικαλοῦμαι καὶ ἀξιῶ
τὸν θεὸν τὸν ὕψιστον τὸν
κύριον τῶν πνευμάτων
καὶ πάσης σαρκός, ἐπὶ τοὺς
5 δόλῳ φονεύσαντας ἢ φαρ-
μακεύσαντας τὴν ταλαί-
πωρον ἄωρον Ἡράκλεα[ν],
ἐχχέαντας αὐτῆς τὸ ἀν[αί]-
τιον αἷμα ἀδίκως, ἵνα ο[ὕ]-
10 τως γένηται τοῖς φονεύ-
σασιν αὐτὴν ἢ φαρμακεύσα-
σιν καὶ τοῖς τέκνοις αὐτῶν,
Κύριε ὁ πάντα ἐφορῶν καὶ
οἱ ἄνγελοι θεοῦ, ᾧ πᾶσα ψυ-
15 χὴ ἐν τῇ σήμερον ἡμέρᾳ
ταπεινοῦται μεθ’ ἱκεκετεί-
  ας ἵνα ἐγδικήσης τὸ α[ἷ]-
   [μ]α τὸ ἀναίτιον ζητή-
     σεις καὶ τὴν ταχίστην.
II.1 [ἐπικ]αλοῦ[μαι καὶ ἀξιῶ τὸν θεὸν τὸν ὕ]-
[ψ]ιστον [τὸν κύριον] τῶν [πνευμάτων]
[κ]αὶ πάσ[ης σαρκὸ]ς ἐπὶ τοὺς δ[όλωι]
φον[εύσαντα]ς ἢ φαρμακεύσαν-
5 τα[ς τὴν ταλα]ίπωρον ἄωρον Μαρ-
θίν[ην, ἐγχέαν]τας αὐτῆς τὸ ἀναίτι-
ον αἷμ[α ἀδίκω]ς, <ἵ>να οὕτως γένηται
τοῖς φον[εύσα]σιν αὐτὴν ἢ φαρμακεύ-
σασιν καὶ τοῖς τέκνοις αὐτῶν, Κύριε
10 ὁ πάντα ἐ[φ]ορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ὧι
πᾶσα ψυχὴ ἐν τῆι σήμερον ἡμέραι τα-
πεινοῦται μεθ’ ἱκετείας ἵνα ἐκδικήσης
τὸ αἷμα τὸ ἀναίτιον καὶ τὴν ταχίστην.
Search Help
Contact Us