[ ] Delos
1 Θεογένης 〚— —〛
κατ’ ἀναγίου(?) αἴρει τὰς χεῖρας
τῷ Ἡλίῳ καὶ τῇ ἁγνῇ θεᾷ.
ὀμώμοκεν αὐτῶι μὴ
5 στερέσαι μηδὲ ἀδικῆ-
σαι αὐτὸν παρακαταθή-
κην μηδὲ λαβοῦσαν ἀποσ-
στερεῖν. ἐγὼ δὲ πεποιθὼς
τῇ ἁγνῇ θεᾶ̣ πεπίστευκα
10 ὅρκῳ καὶ οὐθὲν ἐξ ἐμοῦ ἀδί-
κημα γέγονεν εἰς αὐτήν·
αὐτὴ δὲ λαβοῦσα παρακατα̣-
θήκην εἰς ἐλευθερίαν̣ ἀπεσ̣-
τέρησε. μὴ ἐκφύγοι τὸ κρά-
15 τος τῆς θεᾶς. ἀξιῶ δὲ κα̣[ὶ]
δέομαι πάντας τοὺς θερ̣[α]-
πευτὰς βλασφημεῖν αὐ-
τὴν καθ’ ὥραν.
Search Help
Contact Us