[ ]
Delos — 90/89? BC
| 1 | Πόπλιος Πλώτιος Λευκίου Ῥωμαῖος |
| ὑπὲρ ἑατοῦ καὶ γυναικὸς καὶ τέκνων | |
| καὶ Γαίου Πλωτίου τοῦ Γαίου υἱοῦ, ἑα- | |
| τοῦ δὲ υἱωνοῦ, καὶ Ἡρᾶς Διοκλέους Σελευ- | |
| 5 | κεὺς καὶ ὑπὲρ τῆς μητρὸς αὐτοῦ τὴν ἐξέ- |
| δραν ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ | |
| δήμου τοῦ Ῥωμαίων, Ἁγνῆι Ἀφροδίτηι καὶ Ἁδάδῳ | |
| χαριστήριον, ἐφὶ ἱερέως Ποπλίου τοῦ Ποπλίου Ἀθμο- | |
| νέως, ἐπιμελητοῦ δὲ τῆς νήσου Δημέου τοῦ Ἱκεσίου | |
| 10 | Ἁλαιέως καὶ τῶν ἐπὶ τὰ ἱερὰ Κλειτοφῶντος τοῦ Γοργίου Ἰωνί- |
| δου καὶ Δημοδότου τοῦ Ἀθηνίωνος Ἁλαιέως, ζακορεύοντος | |
| Ἀντιόχου Φιλαδελφέως, δημοσίου δὲ Εὐδόξου. |