[ ] Delos — 106/5 BC
1       Ζωίλος Ζωίλου
      Φλυεύς, ἱερ<ε>ὺς γενό-
      μενος Ἁγνῆς Ἀφροδίτης
      ἐν τῶι ἐπὶ Ἀγαθοκλέους
5       ἄρχοντος ἐνιαυτῶι,
      ὑπὲρ τοῦ δήμου τοῦ Ἀθη-
      ναίων καὶ τοῦ δήμου
      τοῦ Ῥωμαίων καὶ ὑπὲρ
      τοῦ ἑαυτοῦ φίλου Μίδου
10       τοῦ Ζήνωνος Ἡρακλείου
      καὶ ὑπὲρ τῶν θεραπευτῶν,
     Ἁγνῆι Ἀφροδίτηι ἐκ τῶν ἰδίων
      ΤΟΝΕΙΓΑΝ, ἐπὶ ἐπιμελητοῦ
      τῆς νήσου Διοδότου Συπα-
15       ληττίου καὶ τῶν ἐπὶ τὰ ἱερὰ
     Ἀσκληπιοδότου Ἀλωπεκῆθεν
      καὶ Ἀγαθοκλέους Φλυέως,
      δημοσίου δὲ Εὐτυχίδου,
κλειδουχοῦντος δὲ Διογνήτου τοῦ
20 Διογνήτου Μελιτέως, κανηφορούσης δὲ
Δωροθέας τῆς Ἀρχελάου Μαραθωνίου
          θυγατρός.
Search Help
Contact Us