[ ] Delos — 110/9 BC
1 Διονύσιος Νίκωνος Παλληνεὺς
  ἐπιμελητὴς γενόμενος Δήλου
ἐν τῶι ἐπὶ Πολυκλείτου ἄρχοντος
  ἐνιαυτῶι, τὸν ναὸν κατασκευάσας
5 καὶ τὸ ἄγαλμα ἐπισκευάσας ἐκ
  τῶν ἰδίων ἀνέθηκεν ὑπὲρ τοῦ
δήμου τοῦ Ἀθηναίων Ἀφροδίτηι.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server