[ ]
Delos — 129-117 BC
| 1 | Κράτερον Κρατέρου Ἀντιοχέα τὸν τροφέα |
| Ἀντιόχου Φιλοπάτορος τοῦ ἐγ βασιλέως | |
| Μεγάλου Ἀντιόχου καὶ βασιλίσσης Κλεοπάτρας, | |
| γεγονότα δὲ καὶ τῶν πρώτων φίλων βασιλέως Ἀντι- | |
| 5 | όχου καὶ ἀρχίατρον καὶ ἐπὶ τοῦ κοιτῶνος τῆς |
| βασιλίσσης, Σωσίστρατος Σωσιστράτου | |
| Σάμιος, τῶν πρώτων φίλων, ἀρετῆς ἕνεκα καὶ | |
| εὐνοίας καὶ φιλοστοργίας τῆς εἰς ἑαυτόν, | |
| Ἀπόλλωνι, vv Ἀρτέμιδι, vv Λητοῖ | |
| 10 | Φιλότεχνος Ἡρώδου Σάμιος ἐποίει. |