[ ] Delos — 116-80 BC
1 Στόλος Θέωνος Ἀθηναῖος
ὁ συγγενὴς βασιλέως
Πτολεμαίου τοῦ δευτ̣έ̣[ρου]
Σωτῆρος v Σίμ[α]λον̣
5 Τιμάρχου v Σαλ[αμί]νιον
τὸν v ἑαυτοῦ v φίλον
       Ἀπόλλωνι.
Ἀλκινόου μελάθροισι προσ̣[είκ]ελα δώματα ναίων,
  Σίμαλε, τᾶς ἀφελοῦς δ[εῖγμα] φιλοξενίας,
10 ἄπλοε καὶ ἐμ μύθοισι καὶ [ἐν κόσμω]ι περικαλλεῖ,
  προσφιλὲς Αἰγύπτου κ[οιραν]ίαις ἔρυμα,
καὶ Ῥώμας ὑπάτοισι καὶ Ἀ[τ]θίδι Κ[έ]κροπος αἴηι,
  καὶ Δάλου ναέτας πλε[ῖσ]τα σεβ[ι]ζόμενε,
εἴθε χρόνοις κείνοις ․․․․ΕΥΣΑ․․․․․ΙΣ ἐραννά,
15   Τρώων καὶ Δαναῶν Α․․․․․Ε․․․ΑΧΑΣ
Μαιονίδας τὰν σὰν ἶνι[ν — —]Σ[— — —]Λ̣ΕΙ σοι
  χρύσεον ἐμ βύβλοις Γ — — — — — — — ΕΝΟΣ
οὐκ ἂν ὁ Φαιάκων ΓΑ — — — — — — — — — — ΔΟΣ
  ὡς σὺ δόμον ξέν[ιον — — — — — — — —]
20        Ἀντισθέν[ους Παφίου].
Search Help
Contact Us