[ ] Delos — end 2nd c. BC
1 [— — — — — — — — γρ]αμματ—
— — — — ΛΙ․․․Α̣Ν ἵνα ΕΙ[— — — — — — εὐ]-
[σχ]η̣μόνως? [ἐπιμ]ελῆται τα — — — — — —
λ̣ην κ․․․αι ο[ἱ καθε]σταμένοι ἱε[ροποιοὶ?]
5 κατ’ ἐν[ιαυτ]ὸν [ἕκ]αστον ἀλειφ[έτωσαν καὶ]
στεφαν[ού]τωσαν τὴν εἰκόνα κα[θ’ ἑκάστην]
νουμηνίαν· vac. μηθενὶ δὲ [ἐξέστω]
τῶν συνοδιτῶν ἐναντίον μηθὲ[ν πρᾶ]-
ξαι ταῖς προγεγραμμέναις τιμαῖς· [ἐὰν δὲ πράσ]-
10 σηι, [ἔ]νο[χο]ν αὐτὸν εἶναι τῆι ἱεροσυλ[ίαι]
καὶ π[ροσ]αποτεισάτω δραχμὰς πεντ[α]-
κ[οσίας? καὶ ἐξέ]στω τῶι [β]ουλομένωι ἐνε[χυ]-
[ράζειν <αὐτόν>· τὰς δ]ὲ προγεγραμμένας τιμὰς
καὶ φιλ[ανθρω]πίας ὑπάρχειν δι’ αἰῶνος
15 Δέκμ[ωι ․․]ιλίωι Μαάρκο[υ] Ῥωμαίωι·
ὅπως [δ’ ἂν π]άντες ἐπιγνῶσ[ιν] τὴν τῆς συνό-
δου [εὐχαρισ]τίαν καὶ μεγαλομέρειαν ․․․․
— — — — — Δέκμος καὶ [ὁ γρα]μματεὺ{ι}ς {²⁶[γρα]μματεὺς}²⁶
․․․․κ̣[․․ ἀνα]γ[ρ]αψάτ[ω]σαν τό[δε τὸ ψ]φισμα εἰς
20 [σ]τήλην [λιθί]νην καὶ ἀναθε[σάτωσαν] ἐν τῶι
[ἱερῶι? παρὰ τ]ὴν εἰκόνα.
Search Help
Contact Us