[ ] Delos — after 153/2 BC
                             vacat
1 [ἀγαθῆι τύχηι· ἐπὶ — — ἄρχοντος. γνώμη τοῦ ἐν Δήλ]ω̣ι κοινοῦ̣ Βηρυτίων Ποσ[ειδω]-
[νιαστῶν ἐμπόρω]ν καὶ ναυκλήρων [καὶ ἐ]γδοχέων· ἐπειδή, προσδεομένης τῆς συ-
[νόδου πόρων εἰς τ]ὴ̣ν συντέλειαν τοῦ οἴκου καὶ εἰς τὴν ἀπόδοσι<ν> τῶν αὐτῶι εὐχρηστημ[έ]-
[νων χρημάτων, ἵνα μ]ὴ μόνον τὰ ψηφισθέντα λαμβάνῃ τὴν καθήκουσαν συντέλειαν,
5 [ἀλλὰ καὶ οἱ ἄλλοι], τὸ τῆς συνόδου θεωροῦντες εὐσυνάλλακτον, μὴ ὀκνηρῶς ἔχωσι
[εἰς τὰ συμφέρ]ο̣ντα τοῖς κοινοῖς ἑαυτοὺς ἐπιδιδόναι, vac. Μάαρκος Μινάτιος Σέξ-
[του Ῥωμαῖος], ἀνὴρ καλὸς καὶ ἀγαθὸς ὑπάρχων καὶ τά τε πρὸς τοὺς θεοὺς εὐ-
[σεβῶς δια]κ̣είμενος καὶ τὰ πρὸς τὴν σύνοδον φιλοδόξως, καὶ ἰδίαι καὶ κοινεῖ φιλ[ο]-
[δοξεῖ ὅ]π̣ως ἡ πρόθεσις συντηρηθῇ τοῦ κοινοῦ καὶ κατὰ τὰ προεψηφισμέν[α]
10 [συντε]λεσθῆι ὁ οἶκος καὶ τόν τε τόκον ἐπέδωκεν πολὺν κα[ὶ] συνηγμέ-
[ον ο]ὗ προευχρηστη<σ>εν διαφόρο<υ> τοῖς ἐπὶ τὴν κατασκευὴν τοῦ τεμέ-
ν̣ους χειροτονηθε[ῖ]σιν, ὢν δὲ ἀκόλουθος ἑαυτῶι καὶ ἐπίδοσιν ἐπ[οι]-
[ή]σατο τῶι κοινῶι δραχμῶν ἑπτακισχιλίων, ἔτι δὲ καὶ παρακέ-
[κ]ληκεν ἅπαντας ἡμᾶς ἐπὶ τὴν θυσίαν, ἣν παρεσκεύασ-
15 ται τοῖς θεοῖς ἐπιτελεῖν ὑπὲρ τῆς συνόδου καὶ ἐπὶ τὴν ἑστ[ία]-
σιν, ἐπαγγέλλεται δὲ καὶ εἰς {υσ} τὸ λοιπὸν τὴν αὐτὴν ἔχ[ων]
αἵρεσιν ἀεί τινος ἀγαθοῦ παραίτιος ἔσεσθαι τῶι κοινῶι· ὅπω[ς]
[ο]ὖν καὶ ἡ σύνοδος φαίνηται τιμῶσα τοὺς ἀγαθοὺς τῶν ἀνδ-
[ρ]ῶν καὶ μηδέποτε λειπομένη κατὰ μηδέν[α κ]α̣ιρὸν ἐν χά-
20 [ρι]τος ἀποδόσει· vac. ἀγαθῆι τύχηι· δεδόχθαι τῶι κοινῶι ἐπαιν[έ]-
[σ]α̣ι Μάαρκον Μινάτιον Σέξτου Ῥωμαῖον καὶ τήν τε ἐπαγ-
[γε]λίαν ἣν πεποίηται φιλ̣οδοξῶν εἰς τὸ κοινὸν φιλοφρόνω[ς]
[ἀ]π̣οδέξασθαι· δεδόσθαι δ’ αὐτῶι τόπον ἐν τῆι αὐλῆι, ὃν <ἂν> αὐ-
[τ]ὸς βούληται, εἰς ἀνάθεσιν ἀνδριάντος, ἢ ἐν ἄλλωι τόπωι, ὧ[ι]
25 [ἂ]ν αὐτὸς κρίνηι, ἐκτὸς τῶν ναῶν καὶ τῶν προστόων, καὶ ἐν τῷ [ἱε]-
[ρ]ῶι τόπον, ὃν ἂν αὐτὸς θέλῃ, {μ} εἰς ἀνάθεσιν γραπτῆς εἰ-
κόνος· ἐπιγραφήσεται δ’ ἐπὶ τοῦ ἀνδριάντος· "τὸ κοινὸν Βηρυτ[ί]-
ων Ποσειδωνιαστῶν ἐμπόρων καὶ ναυκλήρων καὶ ἐγδοχέων
ἀνέθηκεν Μάαρκον Μινάτιον Σέξτου Ῥωμαῖον τραπεζίτη-
30 [ν] τὸν ἑαυτῶν εὐεργέτην ἀρετῆς ἕνεκεν καὶ ε[ὐ]νοίας ἧς ἔχω[ν]
[δ]ιετέλει εἰς τὸ [κ]οινόν". ἔσται δὲ καὶ ἐπὶ τῆς γραπτῆς εἰκόνος ἡ αὐτὴ
ἐπιγραφή. ὑπαρχέτω δὲ αὐτῶι καὶ κλισία ἐμ μὲν τοῖς Ποσιδείοις
μετὰ τὴν τοῦ θύτου, ἐν δὲ ταῖς ἄλλαις συνόδοις πάσαις πρω-
τοκλισία. ἀγέσθω δ’ αὐτοῦ καὶ ἡμέρα καθ’ ἕκαστον ἐνιαυτὸν μ[ε]-
35 τὰ τὴν πομπὴν τῶν Ἀπολλωνιείων τῇ ἐχομένῃ ἡμέρᾳ, κ[αὶ]
ἐν ταύτῃ ἐπικλήτους ἀγέτω δύο οὓς ἂν αὐτὸς βούληται· ἐπι-
τιθεμένου δ̣’ α̣ὐ̣τῶι χρυσοῦ̣ στεφάνου ὧι ἐστεφάνωσεν τὴν σύ-
νοδον, ἐμ μὲν τοῖς Ποσιδείοις ἀναγορευθήτω· "τὸ κοινὸν στ[ε]-
[φ]ανοῖ χρυσῶι στεφάνωι Μάαρκον Μινάτιον Σέξτου ἀρετῆς
40 [ἕ]νεκεν καὶ εὐνοίας ἧς ἔχων διατελεῖ εἰς τὸ κοινόν, τύχῃ τῆι ἀ-
γαθῆι"· ἔτι δὲ τῆι αὐτοῦ ἡμέραι· "τὸ κοινὸν στεφανοῖ Μάαρκον
Μινάτιον Σέξτου, ἄγει {ν} δ’ αὐτῶι καὶ ἡμέραν καὶ νῦν καὶ εἰς {τ}
τὸν ἀεὶ χρόνον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων διατε-
λ̣εῖ εἰς τὸ κοινόν, τύχῃ τῇ ἀγαθῆι"· ἐν δὲ ταῖς κατὰ μῆνα συνό-
45 δ̣οις· "τὸ κοινὸν στεφανοῖ χρυσῶι στεφάνωι Μάαρκον Μινάτιον Σέ[ξ]-
[τ]ου, ὄντα εὐεργέτην τῆς συνόδου, τύ[χ]ῃ τῇ ἀγαθῆι· "α<ἱ> δὲ ἀναγ[ο]-
[ρ]εύσεις ἀεὶ τῶν στεφάνων γινέσθωσαν μετὰ τὸν δῆμον. [ἀγέ]-
[τ]ω δὲ καὶ καθ’ ἑκάστην πομ̣π̣ὴν ἐπίκλητον ἕνα. ἔστω δὲ καὶ ἀλ[ει]-
[τ]ούργητος πάσης ἀσχολίας καὶ δαπάνης πάσης. ἀγέσθω δ’ αὐτο[ῦ κα]-
50 [θ’] ἕκαστον ἐνιαυτὸν εἰς ἅπαντα τὸν χρόνον βοῦς ἐν τοῖς Ἀπολλω-
ν̣είοις τῇ πομπῇ, τὴν ἐπιγραφὴν ἔχων τήνδε· "τὸ κοινὸν Βηρυτίων̣
[Πο]σειδωνιαστῶν ὑπὲρ Μαάρκου Μινατίου τοῦ Σέξτου." ὅπως δὲ τὰ δεδο̣-
μ̣ένα τίμια παρὰ τῆς συνόδου Μαάρκωι διαμένῃ κατὰ τὸ δίκαιον εἰς
πάντα τὸν χρόνον καὶ γίνωνται πολλοὶ ζηλωταὶ τοῦ φιλοδοξεῖν εἰς τὴ[ν]
55 σύνοδον, εἰδότες αὐτὴν εὔχρηστον οὖσαν καὶ μὴ μόνον ψηφιζομέν[ην]
[τ]οῖς εὐεργέταις τὰς [κα]θηκούσας τιμάς, ἀλλὰ σπεύδουσαν, ὅ ἐστιν ἀ-
[ν]αγκαιότατον, ὅπως ἂν ἀΐδιοι διαμένωσι τοῖς εὐεργέταις αἱ δοθεῖσαι τι-
[μ]αί, μηθενὶ ἐξέστωι, μήτ̣ε ἰδιώτηι μήτε ἄρχοντι, μήτε εἰπεῖν μήτ[ε]
[γ]ράψαι ὡς δεῖ τῶν δεδομένων τιμῶν μεταθεῖναι ἢ ἀφελεῖν ἢ ἀκυρ[όν]
60 [τ]ι ποιῆσαι παρὰ τόδε τὸ ψήφισμα, ἢ ὁ γράψας ἢ ὁ εἴπας ἢ ὁ ἀναγνοὺς
[ἢ] ὁ προθεὶς ἢ ὁ ἐπιχειροτονήσας ἢ ὁ γράψας ἢ ὁ προθεὶς ἐξώλης εἴη
[α]ὐτὸς καὶ τὰ τέ[κν]α αὐτοῦ, τοῖς δὲ ταῦτα ἐπιτηροῦσι εἴη καὶ βίου καὶ
τέκνων καὶ ὑπαρχόντων ὄνησις, καὶ εἴη αὐτοῖς σώιζεσθαι καὶ κατ[ὰ]
[γ]ῆν καὶ κατὰ θάλατταν, καὶ ὁ παρὰ ταῦτα ποιήσας ἀποτινέτω
65 δραχμὰς στεφανηφόρους ἑξακισχιλίας ἱερὰς τοῦ Ποσειδῶ-
ν̣ος καὶ ὑπόδικος ἔστω τῶι ἀδικουμένωι· ὁμοίως δὲ καὶ ὁ ἀρχιθια̣-
σίτης, ὃ ἂμ μὴ ποιήσηι τῶν προστεταγμένων, ὀφειλέτω
τὸ ἴσον ἐπιτίμιον καὶ ἔστω ὑπόδικος τῶι ἀδικουμένωι. τοῖς
δὲ προχειρισθεῖσι κατὰ τὸν νόμον βουτρόφοις διδόσθωσαν
70 παρὰ τῶν ἀεὶ ἐν ἀρχῆι ὄντων ἀργυροταμιῶν καὶ εἰς τὸν ὑπὲρ
Μαάρκου πομπ[εύ]οντα βοῦν δραχμαὶ ἑκατὸν πεντήκοντα,
διδόσθωσαν [δὲ τοῖ]ς αὐτοῖς καὶ εἰς τὴν ὑποδοχὴν ἣν ποιεῖ-
[τ]αι τὸ κοινὸν [ὑπὲρ Μ]αάρκου κατ’ ἐνιαυτόν, ἄλλαι δραχμαὶ
[ἑ]κατὸν πεντή[κοντα· οἱ δὲ β]ουτρόφοι λαβόντες τὸ προγεγραμμέ-
75 νον ἀργύριο[ν πομπε]υέτωσαν βοῦν καὶ τὴν ἑστίασιν ποιεί-
[σ]θωσαν κατ[ὰ τὸ ψή]φισμα, καὶ λόγον ἀποδότωσαν γραπτὸν
ὧν ἂν χε[ι]ρίσω[σιν] ἐν τῶι πρώτωι συλλόγωι ὃς ἂν γένηται με-
[τ]ὰ τὴν ὑποδοχήν· ἐὰν δέ τις τῶν χειροτονηθέντων βουτρό-
[φ]ων μὴ ποιήσῃ τι τῶν προ<σ>τεταγμένων αὐτῶι, ὀφειλέτω δρα-
80 χμὰς ἱερὰς τοῦ Ποσειδῶνος χιλίας καὶ ὑπόδικος ἔστω καὶ
ἀ̣δικουμένωι· οἱ δὲ μὴ ποιήσαντές τι τῶν ἐν τῶιδε τῶι ψηφίσ-
ματι κατακεχωρισμένων ἔστωσαν μὲν καὶ τῇ ἀρᾶι ἔνο-
χ̣οι, προσαγγελλέτω δὲ αὐτοὺς καὶ ὁ βουλόμενος τῶν θιασ[ι]-
[τ]ῶν οἷς ἔξεστιν· ὁ δὲ ἀρχιθιασίτης ἀεὶ ὁ ἐν ἀρχ[ῆι ὢ]ν̣ εἰσαγέτ[ω]
85 τὸν κατήγορον καὶ τὸν ἀπολογούμενον καὶ ἀ̣ναδιδότω ψῆφον
τοῖς θιασίταις ․․ΕΝΑΔ[․ τοῦ εὐ]θυνομένου ἔστω τῶι προσαγ-
γείλαντι, κομισαμένου τοῦ [αὐ]τοῦ τὸ τρίτον μέρος τοῦ εἰσ-
πραχθέντος· ἐὰν δέ τι [ὁ ἀρχιθιασ]ίτης μὴ ποιήσει, ἔστω κατ’ αὐ-
[τ]οῦ ἡ εἰσαγγελ[ία, ἐπειδὰν ἰδιώτ]ης γένηται, κατὰ τὰ αὐτά· ἀνα-
90 [γρ]αψάτω δὲ ὁ ἀρχ[ιθιασίτης τόδε τὸ ψή]φισμα εἰς στήλην λιθίνην καὶ
[θέ]τω ἐν τῆι αὐ̣[λῆι — — — — —] τὸν ἐν τῶι ἐπὶ Φαιδρίου ΕΑΑ․
․․․ΟΛΙΩΙΙΙ#⁷[— — — — — τὸ δὲ εἰς] ταῦτα τέλεσμα δότωσαν οἱ
[ἐν ἀ]ρχῇ ὄντ[ες ἀργυροταμίαι]. vac.
Search Help
Contact Us