[ ]
Delos — after 153/2 BC
vacat | |
1 | [ἀγαθῆι τύχηι· ἐπὶ — — ἄρχοντος. γνώμη τοῦ ἐν Δήλ]ω̣ι κοινοῦ̣ Βηρυτίων Ποσ[ειδω]- |
[νιαστῶν ἐμπόρω]ν καὶ ναυκλήρων [καὶ ἐ]γδοχέων· ἐπειδή, προσδεομένης τῆς συ- | |
[νόδου πόρων εἰς τ]ὴ̣ν συντέλειαν τοῦ οἴκου καὶ εἰς τὴν ἀπόδοσι<ν> τῶν αὐτῶι εὐχρηστημ[έ]- | |
[νων χρημάτων, ἵνα μ]ὴ μόνον τὰ ψηφισθέντα λαμβάνῃ τὴν καθήκουσαν συντέλειαν, | |
5 | [ἀλλὰ καὶ οἱ ἄλλοι], τὸ τῆς συνόδου θεωροῦντες εὐσυνάλλακτον, μὴ ὀκνηρῶς ἔχωσι |
[εἰς τὰ συμφέρ]ο̣ντα τοῖς κοινοῖς ἑαυτοὺς ἐπιδιδόναι, vac. Μάαρκος Μινάτιος Σέξ- | |
[του Ῥωμαῖος], ἀνὴρ καλὸς καὶ ἀγαθὸς ὑπάρχων καὶ τά τε πρὸς τοὺς θεοὺς εὐ- | |
[σεβῶς δια]κ̣είμενος καὶ τὰ πρὸς τὴν σύνοδον φιλοδόξως, καὶ ἰδίαι καὶ κοινεῖ φιλ[ο]- | |
[δοξεῖ ὅ]π̣ως ἡ πρόθεσις συντηρηθῇ τοῦ κοινοῦ καὶ κατὰ τὰ προεψηφισμέν[α] | |
10 | [συντε]λεσθῆι ὁ οἶκος καὶ τόν τε τόκον ἐπέδωκεν πολὺν κα[ὶ] συνηγμέ- |
[ον ο]ὗ προευχρηστη<σ>εν διαφόρο<υ> τοῖς ἐπὶ τὴν κατασκευὴν τοῦ τεμέ- | |
ν̣ους χειροτονηθε[ῖ]σιν, ὢν δὲ ἀκόλουθος ἑαυτῶι καὶ ἐπίδοσιν ἐπ[οι]- | |
[ή]σατο τῶι κοινῶι δραχμῶν ἑπτακισχιλίων, ἔτι δὲ καὶ παρακέ- | |
[κ]ληκεν ἅπαντας ἡμᾶς ἐπὶ τὴν θυσίαν, ἣν παρεσκεύασ- | |
15 | ται τοῖς θεοῖς ἐπιτελεῖν ὑπὲρ τῆς συνόδου καὶ ἐπὶ τὴν ἑστ[ία]- |
σιν, ἐπαγγέλλεται δὲ καὶ εἰς {υσ} τὸ λοιπὸν τὴν αὐτὴν ἔχ[ων] | |
αἵρεσιν ἀεί τινος ἀγαθοῦ παραίτιος ἔσεσθαι τῶι κοινῶι· ὅπω[ς] | |
[ο]ὖν καὶ ἡ σύνοδος φαίνηται τιμῶσα τοὺς ἀγαθοὺς τῶν ἀνδ- | |
[ρ]ῶν καὶ μηδέποτε λειπομένη κατὰ μηδέν[α κ]α̣ιρὸν ἐν χά- | |
20 | [ρι]τος ἀποδόσει· vac. ἀγαθῆι τύχηι· δεδόχθαι τῶι κοινῶι ἐπαιν[έ]- |
[σ]α̣ι Μάαρκον Μινάτιον Σέξτου Ῥωμαῖον καὶ τήν τε ἐπαγ- | |
[γε]λίαν ἣν πεποίηται φιλ̣οδοξῶν εἰς τὸ κοινὸν φιλοφρόνω[ς] | |
[ἀ]π̣οδέξασθαι· δεδόσθαι δ’ αὐτῶι τόπον ἐν τῆι αὐλῆι, ὃν <ἂν> αὐ- | |
[τ]ὸς βούληται, εἰς ἀνάθεσιν ἀνδριάντος, ἢ ἐν ἄλλωι τόπωι, ὧ[ι] | |
25 | [ἂ]ν αὐτὸς κρίνηι, ἐκτὸς τῶν ναῶν καὶ τῶν προστόων, καὶ ἐν τῷ [ἱε]- |
[ρ]ῶι τόπον, ὃν ἂν αὐτὸς θέλῃ, {μ} εἰς ἀνάθεσιν γραπτῆς εἰ- | |
κόνος· ἐπιγραφήσεται δ’ ἐπὶ τοῦ ἀνδριάντος· "τὸ κοινὸν Βηρυτ[ί]- | |
ων Ποσειδωνιαστῶν ἐμπόρων καὶ ναυκλήρων καὶ ἐγδοχέων | |
ἀνέθηκεν Μάαρκον Μινάτιον Σέξτου Ῥωμαῖον τραπεζίτη- | |
30 | [ν] τὸν ἑαυτῶν εὐεργέτην ἀρετῆς ἕνεκεν καὶ ε[ὐ]νοίας ἧς ἔχω[ν] |
[δ]ιετέλει εἰς τὸ [κ]οινόν". ἔσται δὲ καὶ ἐπὶ τῆς γραπτῆς εἰκόνος ἡ αὐτὴ | |
ἐπιγραφή. ὑπαρχέτω δὲ αὐτῶι καὶ κλισία ἐμ μὲν τοῖς Ποσιδείοις | |
μετὰ τὴν τοῦ θύτου, ἐν δὲ ταῖς ἄλλαις συνόδοις πάσαις πρω- | |
τοκλισία. ἀγέσθω δ’ αὐτοῦ καὶ ἡμέρα καθ’ ἕκαστον ἐνιαυτὸν μ[ε]- | |
35 | τὰ τὴν πομπὴν τῶν Ἀπολλωνιείων τῇ ἐχομένῃ ἡμέρᾳ, κ[αὶ] |
ἐν ταύτῃ ἐπικλήτους ἀγέτω δύο οὓς ἂν αὐτὸς βούληται· ἐπι- | |
τιθεμένου δ̣’ α̣ὐ̣τῶι χρυσοῦ̣ στεφάνου ὧι ἐστεφάνωσεν τὴν σύ- | |
νοδον, ἐμ μὲν τοῖς Ποσιδείοις ἀναγορευθήτω· "τὸ κοινὸν στ[ε]- | |
[φ]ανοῖ χρυσῶι στεφάνωι Μάαρκον Μινάτιον Σέξτου ἀρετῆς | |
40 | [ἕ]νεκεν καὶ εὐνοίας ἧς ἔχων διατελεῖ εἰς τὸ κοινόν, τύχῃ τῆι ἀ- |
γαθῆι"· ἔτι δὲ τῆι αὐτοῦ ἡμέραι· "τὸ κοινὸν στεφανοῖ Μάαρκον | |
Μινάτιον Σέξτου, ἄγει {ν} δ’ αὐτῶι καὶ ἡμέραν καὶ νῦν καὶ εἰς {τ} | |
τὸν ἀεὶ χρόνον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων διατε- | |
λ̣εῖ εἰς τὸ κοινόν, τύχῃ τῇ ἀγαθῆι"· ἐν δὲ ταῖς κατὰ μῆνα συνό- | |
45 | δ̣οις· "τὸ κοινὸν στεφανοῖ χρυσῶι στεφάνωι Μάαρκον Μινάτιον Σέ[ξ]- |
[τ]ου, ὄντα εὐεργέτην τῆς συνόδου, τύ[χ]ῃ τῇ ἀγαθῆι· "α<ἱ> δὲ ἀναγ[ο]- | |
[ρ]εύσεις ἀεὶ τῶν στεφάνων γινέσθωσαν μετὰ τὸν δῆμον. [ἀγέ]- | |
[τ]ω δὲ καὶ καθ’ ἑκάστην πομ̣π̣ὴν ἐπίκλητον ἕνα. ἔστω δὲ καὶ ἀλ[ει]- | |
[τ]ούργητος πάσης ἀσχολίας καὶ δαπάνης πάσης. ἀγέσθω δ’ αὐτο[ῦ κα]- | |
50 | [θ’] ἕκαστον ἐνιαυτὸν εἰς ἅπαντα τὸν χρόνον βοῦς ἐν τοῖς Ἀπολλω- |
ν̣είοις τῇ πομπῇ, τὴν ἐπιγραφὴν ἔχων τήνδε· "τὸ κοινὸν Βηρυτίων̣ | |
[Πο]σειδωνιαστῶν ὑπὲρ Μαάρκου Μινατίου τοῦ Σέξτου." ὅπως δὲ τὰ δεδο̣- | |
μ̣ένα τίμια παρὰ τῆς συνόδου Μαάρκωι διαμένῃ κατὰ τὸ δίκαιον εἰς | |
πάντα τὸν χρόνον καὶ γίνωνται πολλοὶ ζηλωταὶ τοῦ φιλοδοξεῖν εἰς τὴ[ν] | |
55 | σύνοδον, εἰδότες αὐτὴν εὔχρηστον οὖσαν καὶ μὴ μόνον ψηφιζομέν[ην] |
[τ]οῖς εὐεργέταις τὰς [κα]θηκούσας τιμάς, ἀλλὰ σπεύδουσαν, ὅ ἐστιν ἀ- | |
[ν]αγκαιότατον, ὅπως ἂν ἀΐδιοι διαμένωσι τοῖς εὐεργέταις αἱ δοθεῖσαι τι- | |
[μ]αί, μηθενὶ ἐξέστωι, μήτ̣ε ἰδιώτηι μήτε ἄρχοντι, μήτε εἰπεῖν μήτ[ε] | |
[γ]ράψαι ὡς δεῖ τῶν δεδομένων τιμῶν μεταθεῖναι ἢ ἀφελεῖν ἢ ἀκυρ[όν] | |
60 | [τ]ι ποιῆσαι παρὰ τόδε τὸ ψήφισμα, ἢ ὁ γράψας ἢ ὁ εἴπας ἢ ὁ ἀναγνοὺς |
[ἢ] ὁ προθεὶς ἢ ὁ ἐπιχειροτονήσας ἢ ὁ γράψας ἢ ὁ προθεὶς ἐξώλης εἴη | |
[α]ὐτὸς καὶ τὰ τέ[κν]α αὐτοῦ, τοῖς δὲ ταῦτα ἐπιτηροῦσι εἴη καὶ βίου καὶ | |
τέκνων καὶ ὑπαρχόντων ὄνησις, καὶ εἴη αὐτοῖς σώιζεσθαι καὶ κατ[ὰ] | |
[γ]ῆν καὶ κατὰ θάλατταν, καὶ ὁ παρὰ ταῦτα ποιήσας ἀποτινέτω | |
65 | δραχμὰς στεφανηφόρους ἑξακισχιλίας ἱερὰς τοῦ Ποσειδῶ- |
ν̣ος καὶ ὑπόδικος ἔστω τῶι ἀδικουμένωι· ὁμοίως δὲ καὶ ὁ ἀρχιθια̣- | |
σίτης, ὃ ἂμ μὴ ποιήσηι τῶν προστεταγμένων, ὀφειλέτω | |
τὸ ἴσον ἐπιτίμιον καὶ ἔστω ὑπόδικος τῶι ἀδικουμένωι. τοῖς | |
δὲ προχειρισθεῖσι κατὰ τὸν νόμον βουτρόφοις διδόσθωσαν | |
70 | παρὰ τῶν ἀεὶ ἐν ἀρχῆι ὄντων ἀργυροταμιῶν καὶ εἰς τὸν ὑπὲρ |
Μαάρκου πομπ[εύ]οντα βοῦν δραχμαὶ ἑκατὸν πεντήκοντα, | |
διδόσθωσαν [δὲ τοῖ]ς αὐτοῖς καὶ εἰς τὴν ὑποδοχὴν ἣν ποιεῖ- | |
[τ]αι τὸ κοινὸν [ὑπὲρ Μ]αάρκου κατ’ ἐνιαυτόν, ἄλλαι δραχμαὶ | |
[ἑ]κατὸν πεντή[κοντα· οἱ δὲ β]ουτρόφοι λαβόντες τὸ προγεγραμμέ- | |
75 | νον ἀργύριο[ν πομπε]υέτωσαν βοῦν καὶ τὴν ἑστίασιν ποιεί- |
[σ]θωσαν κατ[ὰ τὸ ψή]φισμα, καὶ λόγον ἀποδότωσαν γραπτὸν | |
ὧν ἂν χε[ι]ρίσω[σιν] ἐν τῶι πρώτωι συλλόγωι ὃς ἂν γένηται με- | |
[τ]ὰ τὴν ὑποδοχήν· ἐὰν δέ τις τῶν χειροτονηθέντων βουτρό- | |
[φ]ων μὴ ποιήσῃ τι τῶν προ<σ>τεταγμένων αὐτῶι, ὀφειλέτω δρα- | |
80 | χμὰς ἱερὰς τοῦ Ποσειδῶνος χιλίας καὶ ὑπόδικος ἔστω καὶ |
ἀ̣δικουμένωι· οἱ δὲ μὴ ποιήσαντές τι τῶν ἐν τῶιδε τῶι ψηφίσ- | |
ματι κατακεχωρισμένων ἔστωσαν μὲν καὶ τῇ ἀρᾶι ἔνο- | |
χ̣οι, προσαγγελλέτω δὲ αὐτοὺς καὶ ὁ βουλόμενος τῶν θιασ[ι]- | |
[τ]ῶν οἷς ἔξεστιν· ὁ δὲ ἀρχιθιασίτης ἀεὶ ὁ ἐν ἀρχ[ῆι ὢ]ν̣ εἰσαγέτ[ω] | |
85 | τὸν κατήγορον καὶ τὸν ἀπολογούμενον καὶ ἀ̣ναδιδότω ψῆφον |
τοῖς θιασίταις ․․ΕΝΑΔ[․ τοῦ εὐ]θυνομένου ἔστω τῶι προσαγ- | |
γείλαντι, κομισαμένου τοῦ [αὐ]τοῦ τὸ τρίτον μέρος τοῦ εἰσ- | |
πραχθέντος· ἐὰν δέ τι [ὁ ἀρχιθιασ]ίτης μὴ ποιήσει, ἔστω κατ’ αὐ- | |
[τ]οῦ ἡ εἰσαγγελ[ία, ἐπειδὰν ἰδιώτ]ης γένηται, κατὰ τὰ αὐτά· ἀνα- | |
90 | [γρ]αψάτω δὲ ὁ ἀρχ[ιθιασίτης τόδε τὸ ψή]φισμα εἰς στήλην λιθίνην καὶ |
[θέ]τω ἐν τῆι αὐ̣[λῆι — — — — —] τὸν ἐν τῶι ἐπὶ Φαιδρίου ΕΑΑ․ | |
․․․ΟΛΙΩΙΙΙ#⁷[— — — — — τὸ δὲ εἰς] ταῦτα τέλεσμα δότωσαν οἱ | |
[ἐν ἀ]ρχῇ ὄντ[ες ἀργυροταμίαι]. vac. |