[ ]
Delos — 153/2 BC
1 | ἐπὶ Φαιδρίου ἄρχοντος, Ἐλαφηβολιῶνος ὀγδόει, ἐκκλησί- |
α ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· Διονύσιος Διονυσίου | |
ἀρχιθιασίτης εἶπεν· | |
ἐπειδὴ Πάτρων Δωροθέου τῶν ἐκ τῆς συνόδου, ἐπελθὼν | |
5 | ἐπὶ τὴν ἐκκλησίαν καὶ ἀνανεωσάμενος τὴν ὑπάρχου- |
σαν αὐτῶι εὔνοιαν εἰς τὴν σύν[ο]δον, καὶ ὅτι πολλὰς χρείας | |
παρείσχηται ἀπροφασίστως, διατελεῖ δὲ διὰ παντὸς κο[ι]- | |
νεῖ τε τεῖ συνόδωι λέγων καὶ πράττων τὰ συμφέροντ[α] | |
καὶ κατ’ ἰ<δί>αν εὔνους ὑπάρχων ἑκάστωι τῶν πλοιζομέ[νων] | |
10 | ἐμπόρων καὶ ναυκλήρων, νῦν [δ’ ἔτι] μᾶλλον ἐπ<η>υξημέ- |
νης αὐτῆς μετὰ τῆς τῶν θεῶν εὐνοίας παρεκάλεσεν τὸ | |
κοινὸν ἐξαποστεῖλαι πρεσβείαν πρὸς τὸν δῆμον τὸν Ἀθη- | |
ναίων ὅπως δοθῇ αὐτοῖς τόπος ἐν ὧι κατασκευάσουσιν τέ- | |
μενος Ἡρακλέους τοῦ πλείστων [ἀγαθ]ῶν παραιτίου γ[ε]- | |
15 | γονότος τοῖς ἀνθρώποις, ἀρχηγοῦ δὲ τῆς πατρίδος ὑπά[ρ]- |
χοντος· αἱρεθεὶς πρεσβευτὴς πρός τε τὴν βουλὴν καὶ | |
τὸν δῆμον τὸν Ἀθηναίων, προθύμως ἀναδεξάμενος ἔ- | |
πλευσεν δαπανῶν ἐκ τῶν ἰδίων ἐμφανίσας τε τὴν | |
τῆς συνόδου πρὸς τὸν δῆμον εὔνοιαν παρεκάλεσεν | |
20 | αὐτὸν καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπετελέσατο |
τὴν τῶν θιασιτῶν βούλησιν καὶ τὴν τῶν θεῶν τιμὴν <συνηύξησεν> | |
καθάπερ ἥρμοττεν αὐτῶι· πεφιλανθρωπηκὼς δὲ | |
καὶ πλείονας ἐν τοῖς ἁρμόζουσιν καιροῖς, εἴρηκεν | |
δὲ καὶ ὑπὲρ τῆς συνόδου ἐν τῶι ἀναγκαιοτάτωι | |
25 | καιρῶι τὰ δίκαια μετὰ πάσης προθυμίας καὶ φιλοτι- |
μίας καὶ ἐδέξατό τε τὸν θίασον ἐφ’ ἡμέρας δύο ὑπὲρ | |
τοῦ ὑοῦ· 〚ΙΝ〛 ἵνα οὖν καὶ εἰς τὸν λοιπὸν χρόνον ἀπαρά- | |
κλητον ἑαυτὸν παρασκευάζηι καὶ ἡ σύνοδος φαί- | |
νηται φροντίζουσα τῶν διακειμένων ἀνδρῶν εἰς ἑαυ- | |
30 | τὴν εὐνοικῶς καὶ ἀξίας χάριτας ἀποδιδοῦσα τοῖς |
εὐεργέταις καὶ ἕτεροι πλείονες τῶν ἐκ τῆς τοῖς συνό- | |
δου διὰ τὴν εἰς τοῦτον εὐχαριστίαν ζηλωταὶ γί- | |
νωνται καὶ παραμιλλῶνται φιλοτιμούμενοι | |
περιποιεῖν τι τεῖ συνόδωι· ἀγαθεῖ τύχει· | |
35 | δεδόχθαι τῶι κοινῶι τῶν Τυρίων Ἡρακλειστῶν |
ἐμπόρων καὶ ναυκλήρων ἐπαινέσαι Πάτρωνα Δω- | |
ροθέου καὶ στεφανῶσαι αὐτὸν κατ’ ἐνιαυτὸν χρυ- | |
σῶι στεφάνωι ἐν ταῖς συντε[λου]μέναις θυσίαις | |
τῶι Ποσειδῶνι ἀρετῆς ἕνεκεν καὶ καλοκαγαθί- | |
40 | ας ἧς ἔχων διατελεῖ εἰς τὸ κοινὸν τῶν Τυρί- |
ων ἐμπόρων καὶ ναυκλήρων· ἀναθεῖναι δὲ αὐ- | |
τοῦ καὶ εἰκόνα γραπτὴν ἐν τῶι τεμένει τοῦ | |
Ἡρακλέους καὶ ἀλλαχῆ οὗ ἂν αὐτὸς βούληται· ἔσ- | |
τω δὲ ἀσύμβολος καὶ ἀλειτούργητος ἐν ταῖς | |
45 | γινομέναις συνόδοις πάσαις· ἐπιμελὲς δὲ ἔστω |
τοῖς καθισταμένοις ἀρχιθιασίταις καὶ ταμίαις | |
καὶ τῶι γραμματεῖ ὅπως ἐν ταῖς γινομέναις θυ- | |
σίαις καὶ συνόδοις ἀναγορεύηται κατὰ ταύτην | |
τὴν ἀναγόρευσιν· ἡ σύνοδος τῶν Τυρίων ἐμπό- | |
50 | ρων καὶ ναυκλήρων στεφανοῖ Πάτρωνα Δωροθέου |
εὐεργέτην. ἀναγραψάτωσαν δὲ τόδε τὸ ψή- | |
φισμα εἰς στήλην λιθίνην καὶ στησάτωσαν ἐν | |
τῶν τεμένει τοῦ Ἡρακλέους· τὸ δὲ ἐσόμενον ἀνάλωμ[α] | |
εἰς ταῦτα μερισάτω ὁ ταμίας καὶ ὁ ἀρχιθιασίτης. | |
55 | ἐπὶ ἀρχιθιασίτου |
Διονυσίου τοῦ Διονυσίου, | |
ἱερατεύοντος δὲ | |
Πάτρωνος τοῦ Δωροθέου. | |
cr 1.59 | ὁ δῆμος |
60 | ὁ Ἀθηναίων. |
cr 2.61 | ἡ σύνοδος |
τῶν Τυρίων | |
ἐμπόρων | |
καὶ ναυκλήρων. |