[ ] Delos — ca. 154 BC
     laurel wreath in a square
1 ἔδοξε τοῖς ἐξαπε[σταλ]μένοις εἰς Ἀλεξάνδρει-
αν ὑπὸ τοῦ κοινοῦ τῶ[ν Κρητ]αιέων συμμάχοις· ἐπε[ι]-
δὴ Ἀγλαὸς Θεοκλέου[ς Κ]ῶιος, τῆς μεγίστης
τιμῆς καὶ προαγωγῆς ἠξιωμένος παρὰ βασιλ[εῖ]
5 Πτολεμαίωι τῶι πρεσβυτέρωι, πρότερόν τε πολ-
λὰς καὶ καλὰς ἀποδείξεις ἐν τοῖς ἀναγκαιο-
τάτοις καιροῖς πεποίηται τῆς πρὸς τὰ πράγμα-
τ’ εὐνοίας vac. καὶ δὴ καὶ νῦν ἐν τῆι γενομένηι
κατὰ Κύπρον στρατείαι, βουλόμενος πᾶσι φα-
10 νερὰν καθιστάναι τὴν ἑαυτοῦ καλοκαγαθίαν
καὶ τὴν εἰς τὸν βασιλέα φιλοστοργίαν, οὔτε
κίνδυνον οὔτε κακοπαθίαν οὐδεμίαν ἐκκέ-
κ[λ]ικεν, ἀκολούθως δὲ τοῖς προπεπραγμένοις
ἀπροφασίστως ἑαυτὸν ἐπιδιδοὺς καὶ διὰ
15 τῶν ἔργων καὶ διὰ τῶν ἀρίστων συμβουλιῶν ἀγα-
θὸς ὑφηγητὴς ἐγίνετο καὶ ἄξιος τῆς τε πατρίδος κα[ὶ]
[τ]ῆς ὑπαρχούσης αὐτῶι δόξης καὶ ἐν τῶι βίωι κα-
[τ]ὰ πάντα καθαρειότητός τε καὶ δικαιοσύνης,
[ὑπ]άρχων τε πάντων Κρηταιέων πρόξενος, τοὺς
20 παραγινομένους ἀπὸ τῶν πατρίδων ἡμῶν
[κ]ατὰ πρεσβείαν ἢ κατ’ ἄλλην ἡνδηποτοῦν χρεί-
[αν] τιμῶν καὶ πολυωρῶν διατελεῖ, vac. ἀκολού-
[θ]ως δὲ καὶ τοῖς στρατευομένοις Κρητῶν ἐν τῆι
βασιλείαι προθύμως ἑαυτὸν εἰς πᾶν τὸ παρακα-
25 λούμενον ἐπιδίδωσιν, πειρώμενος ἑκάστωι
τῶν προσδεομένων ἀγαθοῦ τινος γίνεσθαι παραί-
τιος, κρίνων ἀεί ποτε κάλλιστον εἶναι μὴ μόνον
τοῖς ἀπὸ τῆς ἰδίας ἀρετῆς, ἀλλὰ καὶ ἀπὸ τῆς
τύχης προτερήμασιν καταχρῆσθαι πρὸς εὐεργε-
30 σίαν ἀνθρώπων ἐφ’ ὅσον ἐστὶ δυνατός· ὅπως
οὖν καὶ οἱ πεμφθέντες κατὰ συμμαχίαν ὑπὸ τοῦ
κοινοῦ τῶν Κρηταιέων πρὸς βασιλέα Πτολεμαῖ-
ον εὐχάριστοί τε φαίνωνται καὶ τοὺς ἀξίους ἄν-
δρας καὶ πολὺ διαφέροντας ἐν πᾶσιν ἐπισημα[ι]-
35 νόμενοι· vac. τύχηι ἀγαθῆι· δεδόχθαι· διά τε τὰ
προδεδηλωμένα καὶ διὰ τὴν εὐσέβειαν ἣν ἔχει
πρὸς τὸ θεῖον ἐπαινέσαι Ἀγλαὸν Θεοκλέους Κῶι-
ον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι, στῆσαι
δ’ αὐτοῦ καὶ εἰκόνας χαλκᾶς δύο, ὧν τὴν μὲν ἐν Κῶι,
40 τὴν δ’ ἑτέραν ἐν Δήλωι, καὶ παραστῆσαι ἑκατέ-
ραι αὐτῶν στήλην ἀναγράψαντας τόδε τὸ ψήφισ-
μα· ἑλέσθαι δὲ καὶ πρεσβευτήν, ὅστις Κώιους τε
παρακαλέσει ἀποδεῖξαι τὸν κάλλιστον πρὸς
τὴν ἀνάθεσιν τόπον, καὶ Ἀθηναίους ἵνα καὶ ἐν Δή-
45 λωι κατὰ τὸ ὅμοιον ἐπιφανέστατος ἀποδειχθῆι
τόπος.
Search Help
Contact Us