[ ]
Delos — ca. 116/5 BC
1 | ἀγαθαῖ τύχαι· ἐπὶ τῶν Αἰθαλέων κοσμιόντων Κνωσοῖ μὲν τῶν |
σὺν Κύδαντι [τ]ῷ Κύδαντος, μηνὸς Ἐλχανίω, Λατοῖ δὲ ἐπὶ τῶν | |
σὺν Διοκλεῖ τῷ Ἡρώδα, μηνὸς Βακινθίω, ἐν δὲ Ὀλόντι τῶν σὺν Τη- | |
λεμάχῳ τῷ Γνώμιος, μηνὸ[ς] Α․․․νίω, πρειγευσάντων Κνωσίων | |
5 | τᾶς πόλεος ἐπί τε τὰν τῶν Λατίων πόλιν καὶ ἐπὶ τὰν τῶν Ὀλοντί- |
ων καὶ παρακαλεσάντων τὰμ μὲν ἐνεστακυῖαν πορτ’ ἀλλάλονς | |
διαφορὰν καὶ ἀμειξίαν {ς} ἆραι, περὶ δὲ τῶν ἀμφιλλεγομένων | |
πόλι πορτὶ πόλιν δόμεν αὐτοῖς τὰν ἐπιτροπάν. vac. | |
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις ἐπακολουθῆσαι καθὼς παρακα- | |
10 | λίοντι Κνώσιοι· καὶ ἔδωκαν [τ]ὰν ἐπιτροπὰν πάντα περὶ |
πάντων· κρινόντων δ’ ἁ πόλις τῶν Κνωσίων οἵ κα ἐπὶ Κύδαν- | |
τος κοσμιῶντι ἐν δεκαμήνω̣ι̣ ἅ κα αὐτοῖς δοκῇ δίκαια ἦμεν· | |
τὰ δὲ κριθέντα καὶ ἀναγραφέ[ντα] ὑπὸ τῶν Κνωσίων βέβαι[α] | |
καὶ κύρια ἦμεν ἐς τὸν ἅπαντα [χρό]νον καὶ μηκέτι ὑπολεί- | |
15 | πεσθαι αὐτοῖς ἔγκλημα μηθὲμ [παρ]ευρέσει μηδεμιᾶι· καὶ ἀν- |
γραφήτω τὰ εὐδοκημένα κα#⁷․․#⁷εντα Κνωσοῖ μὲν ἐν τ[ῶ]ι | |
ἱαρῶι τῶ Ἀπόλλωνος τῶ Δελφι[δίω] καὶ ἐν τῶι ἱαρῷ τῶ Ἄρεος | |
[τῶι] Δέρᾳ ἐν στάλαι, Λατοῖ δὲ ἐν [τῶι] ἱαρῶι τᾶς Ἐλευθυίας, ἐ[ν δὲ] | |
[Ὀλόντ]ι ἐν τῶι ἱαρῷ τῶ Ζηνὸς τῶ [Ταλλ]αίω vac. ἐν δὲ [Δ]ά[λωι] | |
20 | [ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλω]νος· vac. δόν̣[των] δὲ Λάτιοι [καὶ Ὀλόν]- |
[τιοι τούτω τῶ ἐνγρόφω ἑκά]τερο[ι χέρα] τᾶι τῶ[ν Κνωσίων πόλι] | |
[καὶ αὐτοσαυτοῖς· ὑπὲρ δὲ] το[ῦδε τῶ ἐνγρό]φω ἐ[ς Δᾶλον ἀποστη]- | |
[λάντων — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |