[ ]
Delos — end 2nd c. BC
1 | ἔδοξεν Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλι· ἐπειδὴ |
Διοσκουρίδης Διοσκουρίδου, καθ’ ὑοθεσίαν δὲ Ἀσκλη- | |
πιοδώρου Ταρσεύς, γραμματικός, διὰ τὰν εὔνοιαν ἃν | |
ἔχει πορτὶ τὰν ἁμὰν πόλιν συνταξάμενος ἐνκώ- | |
5 | μιον κατὰ τὸν ποιητὰν ὑπὲρ τῶ ἁμῶ ἔθνιος, ἀπήστελ- |
κε Μυρῖνον Διονυσίω Ἀμισηνόν, ποιητὰν ἐπῶν καὶ με- | |
λῶν, τὸν αὐτοσαυτῶ μαθετάν, διαθησιόμενον τὰ | |
πεπραγματευμένα ὑπ’ αὐτῶ· ὑπὲρ ὧμ Μυρῖνος πα- | |
ραγενόμενος παρ’ ἁμὲ καὶ ἐπελθὼν ἐπί τε τὸς κόσμος | |
10 | καὶ τὰν ἐκκλησίαν ἐμφανία κατέστασε διὰ τᾶν ἀκρο- |
α[σίω]ν τὰν τῶ ἀνδρὸς φιλοπονίαν τάν τε περὶ τὸ | |
ἐπιτάδουμα εὐεξίαν, ὁμοίως δὲ καὶ τὰν εὔνοιαν ἃν | |
ἔχει πορτὶ τὰν πόλιν, ἀνανεώμενος αὐτ<ὸ>ς τὰμ προγο- | |
νικὰν ἀρετάν, δι’ ἐγγράφω ἐπ[έδει]ξε, καὶ τοῦτο π[ε]- | |
15 | δὰ πλίονος σπουδᾶς καὶ φιλοτ[ιμί]ας τὸν ἀπολογισ- |
μὸν ποιιόμενος καθὼς ἐπέβαλλε ὑπὲρ ἰδίω παιδε[υ]- | |
τᾶ· ἐφ’ ὧν καὶ τὸ πλῆθος τῶν πολιτᾶν, ἀκούσαντεν | |
τὰ πεπραγματευμένα καὶ τὰν ὅλαν αἵρεσιν τῶ ἀν- | |
δρὸς ἃν ἔχων τυγχάνει εἰς τὰν ἁμὰν πόλιν, ἀπεδέ- | |
20 | ξατο μεγάλως· ὁπᾶ<ι> ὦν καὶ ἁ πόλις τῶν Κνωσίων |
φαίνηται εὐχάριστος ἰόνσα καὶ τὸς καλὸς κἀγα- | |
θὸς τῶν ἀνδρῶν ἀποδεχομένα καὶ τιμίονσα | |
τάς τε καταξίανς χάριτανς ἀποδιδόνσα τοῖς | |
εὐεργετῆν αὐτὰν προαιριομένοις, καὶ φανερὰν | |
25 | καθιστάνσα ἐς πάντας ἀνθρώπος ἃν ἔχει διά- |
λαμψιν ὑπὲρ τῶν εὐνόως διακειμένων πορ- | |
τ’ αὐτάν· δεδόχθαι τᾶι πόλι ἐπαινέσαι Διοσκουρί- | |
δην Διοσκουρίδου, καθ’ ὑοθεσίαν δὲ Ἀσκληπι- | |
οδώρου ἐπί τε τοῖς πεπραγματευμένοις ὑπ’ αὐτῶ | |
30 | καὶ τᾶι προαιρέσει ἃν ἔχων τυγχάνει ἐς τὰν |
ἁμὰν πόλιν· ἦμεν δὲ αὐτὸν καὶ πρόξ<ε>νον | |
καὶ πολίταν τᾶς ἁμᾶς πόλεος, αὐτὸν καὶ ἐσγό- | |
νος, καὶ πεδέχεν θίνων καὶ ἀνθρωπίνων | |
πάντων ὧν καὶ αὐτοὶ Κνώσιοι πεδέχοντι· | |
35 | ἦμεν δὲ αὐτοῖς καὶ ἔγκτησιν γᾶς καὶ ο<ἰ>κίας καὶ |
ἀσφάλειαν πολέμω καὶ εἰρήνας καὶ καταπλέον- | |
σι ἐς τὸς Κνωσίων λιμένας καὶ ἐκπλέονσι, αὐ- | |
τοῖς καὶ χρήμασι τοῖς τούτων ἀσυλεὶ καὶ ἀσπον- | |
δεί. ὁπᾶι δὲ καὶ τοῖς ἐπιγινομένοις ἀείμνασ- | |
40 | τος ὑπάρχηι ἁ τᾶς πόλεος ἐκτενὴς προαίρεσις |
καὶ φανερὰ ἦι ἁ εὔνοια τοῖς γνησίως καὶ ἐνδόξως | |
τῶν καλλίστων ἐπιταδουμάτων προεστακόσι | |
καὶ τοῖς <τὰν> πορτ’ αὐτὰν εὔνοιαν αὔξεν προαιριο- | |
μένοις, ἀναγράψαι τόδε τὸ ψάφισμα ἐς στάλαν | |
45 | λιθίναν καὶ ἀνθέμεν ἐς τὸ ἱερὸν τῶ Ἀπέλ- |
λωνος τῶ Δελφιδίω· αἰτήσαθθαι δὲ καὶ τόπον | |
Ἀθηναίων τὸνς ἐν Δάλωι κατοικίοντας καὶ θέ- | |
μεν ἐν τῶι ἱερῷ τῶ Ἀπέλλωνος λαβόντας τὸν | |
ἐπιφανέστατον τόπον· γράψαι δὲ περὶ τούτων | |
50 | τὰμ πόλιν πορτὶ Ἀθηναίος τὸς ἐν Δάλωι κατοι- |
κίοντας καὶ πορτὶ τὸν Ταρσέ<ω>ν δᾶμον ὑποτά- | |
ξαντας τὸ ἀντίγραφον τῶδε τῶ ψαφίσματος. | |
αἱρέθη ἐπὶ τᾶς ἀναθέσιος τᾶς στάλας | |
Μακκιάδων Θαρυμάχω καὶ Λεόντιος Κλυμενίδα. | |
55 | crown crown |