[ ] Delos — end 2nd c. BC
1 ἔδοξεν Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλι· ἐπειδὴ
Διοσκουρίδης Διοσκουρίδου, καθ’ ὑοθεσίαν δὲ Ἀσκλη-
πιοδώρου Ταρσεύς, γραμματικός, διὰ τὰν εὔνοιαν ἃν
ἔχει πορτὶ τὰν ἁμὰν πόλιν συνταξάμενος ἐνκώ-
5 μιον κατὰ τὸν ποιητὰν ὑπὲρ τῶ ἁμῶ ἔθνιος, ἀπήστελ-
κε Μυρῖνον Διονυσίω Ἀμισηνόν, ποιητὰν ἐπῶν καὶ με-
λῶν, τὸν αὐτοσαυτῶ μαθετάν, διαθησιόμενον τὰ
πεπραγματευμένα ὑπ’ αὐτῶ· ὑπὲρ ὧμ Μυρῖνος πα-
ραγενόμενος παρ’ ἁμὲ καὶ ἐπελθὼν ἐπί τε τὸς κόσμος
10 καὶ τὰν ἐκκλησίαν ἐμφανία κατέστασε διὰ τᾶν ἀκρο-
α[σίω]ν τὰν τῶ ἀνδρὸς φιλοπονίαν τάν τε περὶ τὸ
ἐπιτάδουμα εὐεξίαν, ὁμοίως δὲ καὶ τὰν εὔνοιαν ἃν
ἔχει πορτὶ τὰν πόλιν, ἀνανεώμενος αὐτ<ὸ>ς τὰμ προγο-
νικὰν ἀρετάν, δι’ ἐγγράφω ἐπ[έδει]ξε, καὶ τοῦτο π[ε]-
15 δὰ πλίονος σπουδᾶς καὶ φιλοτ[ιμί]ας τὸν ἀπολογισ-
μὸν ποιιόμενος καθὼς ἐπέβαλλε ὑπὲρ ἰδίω παιδε[υ]-
τᾶ· ἐφ’ ὧν καὶ τὸ πλῆθος τῶν πολιτᾶν, ἀκούσαντεν
τὰ πεπραγματευμένα καὶ τὰν ὅλαν αἵρεσιν τῶ ἀν-
δρὸς ἃν ἔχων τυγχάνει εἰς τὰν ἁμὰν πόλιν, ἀπεδέ-
20 ξατο μεγάλως· ὁπᾶ<ι> ὦν καὶ ἁ πόλις τῶν Κνωσίων
φαίνηται εὐχάριστος ἰόνσα καὶ τὸς καλὸς κἀγα-
θὸς τῶν ἀνδρῶν ἀποδεχομένα καὶ τιμίονσα
τάς τε καταξίανς χάριτανς ἀποδιδόνσα τοῖς
εὐεργετῆν αὐτὰν προαιριομένοις, καὶ φανερὰν
25 καθιστάνσα ἐς πάντας ἀνθρώπος ἃν ἔχει διά-
λαμψιν ὑπὲρ τῶν εὐνόως διακειμένων πορ-
τ’ αὐτάν· δεδόχθαι τᾶι πόλι ἐπαινέσαι Διοσκουρί-
δην Διοσκουρίδου, καθ’ ὑοθεσίαν δὲ Ἀσκληπι-
οδώρου ἐπί τε τοῖς πεπραγματευμένοις ὑπ’ αὐτῶ
30 καὶ τᾶι προαιρέσει ἃν ἔχων τυγχάνει ἐς τὰν
ἁμὰν πόλιν· ἦμεν δὲ αὐτὸν καὶ πρόξ<ε>νον
καὶ πολίταν τᾶς ἁμᾶς πόλεος, αὐτὸν καὶ ἐσγό-
νος, καὶ πεδέχεν θίνων καὶ ἀνθρωπίνων
πάντων ὧν καὶ αὐτοὶ Κνώσιοι πεδέχοντι·
35 ἦμεν δὲ αὐτοῖς καὶ ἔγκτησιν γᾶς καὶ ο<ἰ>κίας καὶ
ἀσφάλειαν πολέμω καὶ εἰρήνας καὶ καταπλέον-
σι ἐς τὸς Κνωσίων λιμένας καὶ ἐκπλέονσι, αὐ-
τοῖς καὶ χρήμασι τοῖς τούτων ἀσυλεὶ καὶ ἀσπον-
δεί. ὁπᾶι δὲ καὶ τοῖς ἐπιγινομένοις ἀείμνασ-
40 τος ὑπάρχηι ἁ τᾶς πόλεος ἐκτενὴς προαίρεσις
καὶ φανερὰ ἦι ἁ εὔνοια τοῖς γνησίως καὶ ἐνδόξως
τῶν καλλίστων ἐπιταδουμάτων προεστακόσι
καὶ τοῖς <τὰν> πορτ’ αὐτὰν εὔνοιαν αὔξεν προαιριο-
μένοις, ἀναγράψαι τόδε τὸ ψάφισμα ἐς στάλαν
45 λιθίναν καὶ ἀνθέμεν ἐς τὸ ἱερὸν τῶ Ἀπέλ-
λωνος τῶ Δελφιδίω· αἰτήσαθθαι δὲ καὶ τόπον
Ἀθηναίων τὸνς ἐν Δάλωι κατοικίοντας καὶ θέ-
μεν ἐν τῶι ἱερῷ τῶ Ἀπέλλωνος λαβόντας τὸν
ἐπιφανέστατον τόπον· γράψαι δὲ περὶ τούτων
50 τὰμ πόλιν πορτὶ Ἀθηναίος τὸς ἐν Δάλωι κατοι-
κίοντας καὶ πορτὶ τὸν Ταρσέ<ω>ν δᾶμον ὑποτά-
ξαντας τὸ ἀντίγραφον τῶδε τῶ ψαφίσματος.
αἱρέθη ἐπὶ τᾶς ἀναθέσιος τᾶς στάλας
Μακκιάδων Θαρυμάχω καὶ Λεόντιος Κλυμενίδα.
55        crown           crown
Search Help
Contact Us