[ ]
Delos — 2nd c. BC
1 | οἱ στρατηγοὶ Χαρμίδει ἐπιμελη- |
τεῖ Δήλου χαίρειν· γενομένων | |
πλειόνων λόγων ἐν τεῖ βουλεῖ | |
περὶ τοῦ δόγματος οὗ ἤνεγκεν | |
5 | ἐκ Ῥώμης Δημήτριος Ῥηναι- |
εὺς ὑπὲρ τῶν κατὰ τὸ Σαραπι- | |
εῖον, ἔδοξεν μὴ κωλύειν αὐ- | |
τὸν ἀνοίγειν καὶ θεραπεύειν | |
τὸ ἱερὸν καθάπερ καὶ πρότε- | |
10 | ρον· γράψαι δὲ καὶ πρός σε πε- |
ρὶ τούτων ἵνα εἰδῆς· ὑποτε- | |
τάχαμεν δέ σοι καὶ τοῦ ἐνε- | |
χθέντος ὑπ’ αὐτοῦ δόγματος | |
τὸ ἀντίγραφον. | |
15 | Κόιντος Μινύκιος Κοίντου |
υἱὸς στρατηγὸς τεῖ συγκλή- | |
τωι συνεβουλεύσατο ἐν κο- | |
μετίωι εἰδυιοῖς ἐντερκ<α>λα- | |
[ρ]ίοις· γραφομένου παρῆσαν | |
20 | Πόπλιος Πόρκιος Ποπλίου, Τε- |
βέριος Κλαύδιος Τεβερίου | |
Κρυστομίνας, Μάνιος Φοντή- | |
ιος Γαίου· περὶ ὧν Δημήτριος | |
Ῥηναῖος λόγους ἐποιήσατο | |
25 | ὅπως τὸ ἐν Δήλωι ἱερὸν Σαρά- |
πιδος αὐτῶι θεραπεύειν ἐ- | |
ξεῖ, Δηλίους δὲ κωλύειν καὶ | |
τὸν ἐξ Ἀθηνῶν ἔπαρχον | |
παραγινόμενον ὧι ἔλασ- | |
30 | σον θεραπεύει· περὶ τούτου |
τοῦ πράγματος οὕτως ἔδο- | |
ξεν· καθὼς τὸ πρότερον ἐ- | |
θεράπευεν, ἕνεκεν ἡμῶν | |
θεραπεύειν ἔξεστιν, τοῦ | |
35 | μή τι ὑπεναντίον τῶι τῆς |
συγκλήτου δόγματι γίνηται | |
ἔδοξεν. |