[ ] Delos — 2nd c. BC
1 οἱ στρατηγοὶ Χαρμίδει ἐπιμελη-
τεῖ Δήλου χαίρειν· γενομένων
πλειόνων λόγων ἐν τεῖ βουλεῖ
περὶ τοῦ δόγματος οὗ ἤνεγκεν
5 ἐκ Ῥώμης Δημήτριος Ῥηναι-
εὺς ὑπὲρ τῶν κατὰ τὸ Σαραπι-
εῖον, ἔδοξεν μὴ κωλύειν αὐ-
τὸν ἀνοίγειν καὶ θεραπεύειν
τὸ ἱερὸν καθάπερ καὶ πρότε-
10 ρον· γράψαι δὲ καὶ πρός σε πε-
ρὶ τούτων ἵνα εἰδῆς· ὑποτε-
τάχαμεν δέ σοι καὶ τοῦ ἐνε-
χθέντος ὑπ’ αὐτοῦ δόγματος
τὸ ἀντίγραφον.
15 Κόιντος Μινύκιος Κοίντου
υἱὸς στρατηγὸς τεῖ συγκλή-
τωι συνεβουλεύσατο ἐν κο-
μετίωι εἰδυιοῖς ἐντερκ<α>λα-
[ρ]ίοις· γραφομένου παρῆσαν
20 Πόπλιος Πόρκιος Ποπλίου, Τε-
βέριος Κλαύδιος Τεβερίου
Κρυστομίνας, Μάνιος Φοντή-
ιος Γαίου· περὶ ὧν Δημήτριος
Ῥηναῖος λόγους ἐποιήσατο
25 ὅπως τὸ ἐν Δήλωι ἱερὸν Σαρά-
πιδος αὐτῶι θεραπεύειν ἐ-
ξεῖ, Δηλίους δὲ κωλύειν καὶ
τὸν ἐξ Ἀθηνῶν ἔπαρχον
παραγινόμενον ὧι ἔλασ-
30 σον θεραπεύει· περὶ τούτου
τοῦ πράγματος οὕτως ἔδο-
ξεν· καθὼς τὸ πρότερον ἐ-
θεράπευεν, ἕνεκεν ἡμῶν
θεραπεύειν ἔξεστιν, τοῦ
35 μή τι ὑπεναντίον τῶι τῆς
συγκλήτου δόγματι γίνηται
ἔδοξεν.
Search Help