[ ]
Delos — ca. 150 BC
| 1 | — — — —ως καὶ εὐσχ̣[η]μ̣ό̣ν̣[ως καὶ ἀξίως] |
| [τ]οῦ δήμου ἵνα μηδὲν τῶν εἰς δόξαν [καὶ ἐπιφά]- | |
| ν̣ειαν ἀνηκόντων παραλήπειται {²⁶παραλείπηται}²⁶· παραγε[νομέ]- | |
| νων δὲ κα̣ὶ τῶν ἐν ταῖς τριημιολίαις πλεόντ[ων], | |
| 5 | ξένιά τε αὐτοῖς ἀπέστειλεν καὶ τὴν ἄλλην φ[ι]- |
| λανθρωπίαν ἐποιήσατο καὶ τοῖς παρεπιδημοῦ- | |
| σιν Ἀθηναίων ἐκρεανόμησεν· ὅπως οὖν καὶ ὁ δῆ- | |
| μος φαίνηται τιμῶν καταξίως τοὺς καλῶς καὶ | |
| εὐσεβῶς τῶν κοινῶν προισταμένους κ[αὶ] διὰ τοῦ̣ | |
| 10 | τρόπου τούτου πολλοὶ γένωνται ζηλωταὶ θεω- |
| ροῦντες τὴν εὐχαριστίαν τοῦ δήμου· ἀγαθεῖ | |
| τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προ- | |
| έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
| σαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς | |
| 15 | βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ βουλεῖ· ἐπαινέ- |
| σαι Διοσκουρίδην Θεοδώρου ἐκ Μυρρινούττης καὶ | |
| στεφανῶσαι αὐτὸν δάφνης στεφάνωι· ἐπαινέ- | |
| σαι δὲ καὶ τὰς θυγατέρας αὐτοῦ Ἀνν[ίχη]ν καὶ Θε- | |
| οδότην καὶ στεφανῶσαι ἑκατέραν αὐτῶν θαλ- | |
| 20 | λοῦ στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς |
| θεοὺς καὶ ἐπὶ τῶι συντελεκέναι καλῶς καὶ φι- | |
| λοτίμως ἐφ’ ἃ κατελέγησαν πάντα· ἀναγράψαι | |
| δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆ- | |
| σαι εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος τῆς ἐν Δήλωι· δοῦ- | |
| 25 | ναι δὲ αὐτοῖς καὶ ἀναθέματι τόπον οὗ ἂν εὔ- |
| καιρον εἶναι φαίνηται. | |
| crown crown crown |