[ ]
Delos — ca. 150 BC
1 | — — — —ως καὶ εὐσχ̣[η]μ̣ό̣ν̣[ως καὶ ἀξίως] |
[τ]οῦ δήμου ἵνα μηδὲν τῶν εἰς δόξαν [καὶ ἐπιφά]- | |
ν̣ειαν ἀνηκόντων παραλήπειται {²⁶παραλείπηται}²⁶· παραγε[νομέ]- | |
νων δὲ κα̣ὶ τῶν ἐν ταῖς τριημιολίαις πλεόντ[ων], | |
5 | ξένιά τε αὐτοῖς ἀπέστειλεν καὶ τὴν ἄλλην φ[ι]- |
λανθρωπίαν ἐποιήσατο καὶ τοῖς παρεπιδημοῦ- | |
σιν Ἀθηναίων ἐκρεανόμησεν· ὅπως οὖν καὶ ὁ δῆ- | |
μος φαίνηται τιμῶν καταξίως τοὺς καλῶς καὶ | |
εὐσεβῶς τῶν κοινῶν προισταμένους κ[αὶ] διὰ τοῦ̣ | |
10 | τρόπου τούτου πολλοὶ γένωνται ζηλωταὶ θεω- |
ροῦντες τὴν εὐχαριστίαν τοῦ δήμου· ἀγαθεῖ | |
τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προ- | |
έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
σαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς | |
15 | βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ βουλεῖ· ἐπαινέ- |
σαι Διοσκουρίδην Θεοδώρου ἐκ Μυρρινούττης καὶ | |
στεφανῶσαι αὐτὸν δάφνης στεφάνωι· ἐπαινέ- | |
σαι δὲ καὶ τὰς θυγατέρας αὐτοῦ Ἀνν[ίχη]ν καὶ Θε- | |
οδότην καὶ στεφανῶσαι ἑκατέραν αὐτῶν θαλ- | |
20 | λοῦ στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς |
θεοὺς καὶ ἐπὶ τῶι συντελεκέναι καλῶς καὶ φι- | |
λοτίμως ἐφ’ ἃ κατελέγησαν πάντα· ἀναγράψαι | |
δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆ- | |
σαι εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος τῆς ἐν Δήλωι· δοῦ- | |
25 | ναι δὲ αὐτοῖς καὶ ἀναθέματι τόπον οὗ ἂν εὔ- |
καιρον εἶναι φαίνηται. | |
crown crown crown |