[ ] Delos — ca. 150 BC
1 — — — —ως καὶ εὐσχ̣[η]μ̣ό̣ν̣[ως καὶ ἀξίως]
[τ]οῦ δήμου ἵνα μηδὲν τῶν εἰς δόξαν [καὶ ἐπιφά]-
ν̣ειαν ἀνηκόντων παραλήπειται {²⁶παραλείπηται}²⁶· παραγε[νομέ]-
νων δὲ κα̣ὶ τῶν ἐν ταῖς τριημιολίαις πλεόντ[ων],
5 ξένιά τε αὐτοῖς ἀπέστειλεν καὶ τὴν ἄλλην φ]-
λανθρωπίαν ἐποιήσατο καὶ τοῖς παρεπιδημοῦ-
σιν Ἀθηναίων ἐκρεανόμησεν· ὅπως οὖν καὶ ὁ δῆ-
μος φαίνηται τιμῶν καταξίως τοὺς καλῶς καὶ
εὐσεβῶς τῶν κοινῶν προισταμένους κ[αὶ] διὰ τοῦ̣
10 τρόπου τούτου πολλοὶ γένωνται ζηλωταὶ θεω-
ροῦντες τὴν εὐχαριστίαν τοῦ δήμου· ἀγαθεῖ
τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προ-
έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί-
σαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς
15 βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ βουλεῖ· ἐπαινέ-
σαι Διοσκουρίδην Θεοδώρου ἐκ Μυρρινούττης καὶ
στεφανῶσαι αὐτὸν δάφνης στεφάνωι· ἐπαινέ-
σαι δὲ καὶ τὰς θυγατέρας αὐτοῦ Ἀνν[ίχη]ν καὶ Θε-
οδότην καὶ στεφανῶσαι ἑκατέραν αὐτῶν θαλ-
20 λοῦ στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς
θεοὺς καὶ ἐπὶ τῶι συντελεκέναι καλῶς καὶ φι-
λοτίμως ἐφ’ ἃ κατελέγησαν πάντα· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆ-
σαι εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος τῆς ἐν Δήλωι· δοῦ-
25 ναι δὲ αὐτοῖς καὶ ἀναθέματι τόπον οὗ ἂν εὔ-
καιρον εἶναι φαίνηται.
crown        crown        crown
Search Help
Contact Us