[ ]
Delos — 145/4 or 144/3 BC
1 | ἐπὶ Μητροφάνου ἄρχοντος, Σκιροφοριῶνος |
πέμπτει ἐπὶ δέκα, βουλὴ ἐν τῶι ἐκκλησιαστ[η]- | |
ρίωι· Διόφαντος Ἑκαταίου Ἕρμε[ιο]ς εἶπ[εν]· | |
ἐπειδὴ Ἀρίστων Ἀκρισίου Φωκαιεὺς [ποι]- | |
5 | ητὴς ἐπῶν ὑπάρχων ἐν τεῖ τοῦ παι[δὸς] |
ἡλικίαι, παραγενόμενος εἰς τὴν ν[ῆσον], | |
ἐποιήσατο καὶ πλείο[νας ἀ]κροάσεις [ἔν τε] | |
τῶι ἐ<κ>κλ[η]σιαστηρίωι καὶ ἐν τῶι θεάτ[ρωι, ἀνά]- | |
γ̣νοὺς τὰ [π]επραγματευμένα ἐ̣[γκώμια καὶ] | |
10 | [ὕ]μνησεν τόν τε ἀρχηγέτην Ἀπόλλ[ωνα καὶ] |
[τ]οὺς ἄλλους θεοὺς τοὺς κατέχον[τας τὴν] | |
[ν]ῆσον κ[αὶ] τὸν δῆμον τὸν Ἀθηνα[ίων — —] | |
—Π̣ΛΩ̣Σ̣— |