[ ]
Delos — 146/5 or 145/4 BC
1 | ․․․․ΛΛΙ — |
․․εις ἑαυτῶν Ι․․ΝΤ[— — — καὶ τὴν θυσίαν ἔθυσαν ἐν τεῖ πομπεῖ τοῦ Ἀπόλ]- | |
λωνος καὶ καλλιερή[σαντες ἔνειμαν τὰ κρέα τοῖς τε Ἀθηναίοις καὶ τοῖς φί]- | |
λοις καὶ συμμάχοις τοῦ [δήμου — — — — — — — — — — — — — — — — — — — — καὶ] | |
5 | ἴσους καὶ δικαίους ἑαυτοὺς [παρέσχον — — — — — — — — — — — — — — — ἀξίως] |
τοῦ τε δήμου τοῦ Ἀθηναίων [καὶ — — — — — — — — — — — — — — — — —, τούς] | |
τε λόγους πάντων τῶν χειρι[σθέ]ν[των ὑφ’ ἑαυτῶν ἐν τῶι τῆς ἀρχῆς χρόνωι] | |
κατεβάλοντο εἰς τὸ Μητρῶιον ἀκολούθ[ως τοῖς νόμοις, ἔδωκαν δὲ καὶ τὰς εὐ]- | |
θύνας ἐν τῶι μερισθέντι δικαστηρίωι κα[τὰ τὸν νόμον· ἵνα οὖν καὶ Ἀθη]- | |
10 | ναίων οἱ κατοικοῦντες ἐν Δήλωι φαίνωντ[αι τιμῶντες τοὺς ἀγαθοὺς] |
τῶν ἀνδρῶν καὶ ἀκόλουθα πράττοντες τοῖς ὑφ’ ἑαυ[τῶν ἐψηφισμένοις? εὑ]- | |
ρίσκωνται· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντ[ας προέδρους] | |
εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμη[ν δὲ ξυμβάλ]- | |
λεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέ[σαι τοὺς] | |
15 | ἀγορανομήσαντας εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτὸν ․․․․․․ |
Ἁγνοῦσιον, Σωτῆρα Ἀναγυράσιον καὶ στεφανῶσαι ἕκαστον αὐ[τῶν] | |
δάφνης στεφάνωι τῶι τοῦ θεοῦ ἐπὶ τῶι πάντα τὰ κατὰ τ[ὴν ἀρ]- | |
χὴν διεξηχέναι ἴσως καὶ δικαίως καὶ ἀδωροδοκήτως· ἀναγορ[εῦ]- | |
σαι δὲ τὸν στέφανον τοῦτον ἐν τῶι θεάτρωι ἐν τοῖς κατ’ ἐνια[υ]- | |
20 | τὸν συντελουμένοις Διονυσίοις· ἐπιμεληθῆναι δὲ |
τῆς ἀναγορεύσεως τὸν ἱερέα τοῦ Διονύσου· ἑλέσθαι δὲ τὸν | |
δῆμον ἤδη πρέσβεις πέντε ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων | |
οἵτινες ἀφικόμενοι εἰς Ἀθήνας καὶ ἀποδόντες τόδε τ[ὸ] | |
ψήφισμα παρακαλέσουσιν τήν τε βουλὴν καὶ τὸν δῆ- | |
25 | μον τὸν Ἀθηναίων ἐπιχωρῆσαι ἑαυτοῖς τὰς ἐψηφισμέν[ας] |
τιμὰς ἵνα, τούτων συντελεσθέντων, Ἀθηναίων τε οἱ | |
κατοικοῦντες ἐν Δήλωι φαίνωνται τὰς ἐπιβαλλού- | |
σας ἑαυτοῖς τιμὰς ἀποδιδόντες τοῖς ἀξίοις τῶν | |
ἀνδρῶν, οἵ τε τῶν ἀρχείων τυγχάνοντες ζηλωτα[ὶ] | |
30 | γίνωνται ἐφαμίλλου τῆς τιμῆς αὐτοῖς παρὰ τῶν πο- |
λιτῶν τιθεμένης· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν | |
γραμματέα τοῦ ἐπιμελητοῦ Μνησίφιλον εἰς στήλην | |
λιθίνην καὶ στῆσαι ἀκολούθως τοῖς ἄρξασιν τὸν ἐπὶ | |
Λυσιάδου ἄρχοντος ἐνιαυτόν· ἐπαινέσαι δὲ καὶ τὸν | |
35 | γραμματέα Διογείτονα Διογνήτου Ῥαμνούσιον καὶ |
στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν | |
καὶ δικαιοσύνης· πρέσβεις οἵδε κεχειροτόνηνται· | |
Ἀνθεστήριος ἐγ Μ[υρ]ρινούττης, Πολύξενος Παιανιεύς, | |
Λυκομήδης Ἀλωπεκῆθεν, Θεοκλῆς Παιανιεύς, | |
40 | [Βι]οτέλης Ῥαμνούσιος. |
ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος ἑνδεκάτης | |
πρυτανείας, Θαργελιῶνος [δ]ευτέραι μετ’ εἰκάδας, ἐνάτει καὶ | |
[ε]ἰκοστεῖ τῆς πρυτανείας, [ἐκκλη]σία ἐμ Πειραεῖ, Περι[γ]έ- | |
νης Θαλησιγένου Τρικορύσιος εἶπεν· ἐπειδὴ Ἀθηναίων | |
45 | οἱ κατοικοῦντες ἐν Δήλωι ψήφισμα καὶ πρεσβευτὰς ἀποστεί- |
λαντες παρακαλοῦσιν τὴν βουλὴν καὶ τὸν δῆμον ἐπιχωρ[ῆ]- | |
[σαι] ἑ̣αυτοῖς τὰς ἐψηφισμένας τιμὰς τοῖς ἀγορανόμοις τοῖς χειρ[ο]- | |
[τ]ονηθεῖσιν εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτόν· ἀγαθεῖ τύ- | |
χει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς | |
50 | [τὴ]ν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, |
[γνώμ]ην δὲ ξυμβάλλεσθαι [τῆς β]ουλ[ῆς] εἰς τὸν δῆμον ὅτι δο- | |
κεῖ τεῖ βουλεῖ ἐπικεχωρῆσθαι Ἀθηναίων τοῖς κατοικοῦσιν ἐν Δήλωι τὰ[ς] | |
ἐψηφισμένας τιμὰς ὑφ’ ἑαυτῶν τοῖς ἀγορανόμοις τοῖς χειροτο- | |
νηθεῖσιν εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτόν· ἐπαινέσαι δὲ καὶ τοὺς | |
55 | παραγεγονότας παρ’ αὐτῶν πρεσβευτὰς Ἀνθεστήριον ἐγ Μυρρινούττης, |
Πολύξενον Παιανιέα, Λυκομήδην Ἀλωπεκῆθεν, Θεοκλῆν Παιανιέα, | |
Βιοτέλην Ῥαμνούσιον καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφά[νωι]. | |
cr 1.57a | laurel crown |
58 | ἡ βουλή, |
ὁ δῆμος. | |
cr 2.57a | laurel crown |
58 | ἡ βουλή, |
ὁ δῆμος. | |
cr 3.57a | laurel crown |
58 | ἡ βουλή, |
ὁ δῆμος. |