[ ]
Delos — 146/5 or 145/4 BC
| 1 | ․․․․ΛΛΙ — |
| ․․εις ἑαυτῶν Ι․․ΝΤ[— — — καὶ τὴν θυσίαν ἔθυσαν ἐν τεῖ πομπεῖ τοῦ Ἀπόλ]- | |
| λωνος καὶ καλλιερή[σαντες ἔνειμαν τὰ κρέα τοῖς τε Ἀθηναίοις καὶ τοῖς φί]- | |
| λοις καὶ συμμάχοις τοῦ [δήμου — — — — — — — — — — — — — — — — — — — — καὶ] | |
| 5 | ἴσους καὶ δικαίους ἑαυτοὺς [παρέσχον — — — — — — — — — — — — — — — ἀξίως] |
| τοῦ τε δήμου τοῦ Ἀθηναίων [καὶ — — — — — — — — — — — — — — — — —, τούς] | |
| τε λόγους πάντων τῶν χειρι[σθέ]ν[των ὑφ’ ἑαυτῶν ἐν τῶι τῆς ἀρχῆς χρόνωι] | |
| κατεβάλοντο εἰς τὸ Μητρῶιον ἀκολούθ[ως τοῖς νόμοις, ἔδωκαν δὲ καὶ τὰς εὐ]- | |
| θύνας ἐν τῶι μερισθέντι δικαστηρίωι κα[τὰ τὸν νόμον· ἵνα οὖν καὶ Ἀθη]- | |
| 10 | ναίων οἱ κατοικοῦντες ἐν Δήλωι φαίνωντ[αι τιμῶντες τοὺς ἀγαθοὺς] |
| τῶν ἀνδρῶν καὶ ἀκόλουθα πράττοντες τοῖς ὑφ’ ἑαυ[τῶν ἐψηφισμένοις? εὑ]- | |
| ρίσκωνται· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντ[ας προέδρους] | |
| εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμη[ν δὲ ξυμβάλ]- | |
| λεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέ[σαι τοὺς] | |
| 15 | ἀγορανομήσαντας εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτὸν ․․․․․․ |
| Ἁγνοῦσιον, Σωτῆρα Ἀναγυράσιον καὶ στεφανῶσαι ἕκαστον αὐ[τῶν] | |
| δάφνης στεφάνωι τῶι τοῦ θεοῦ ἐπὶ τῶι πάντα τὰ κατὰ τ[ὴν ἀρ]- | |
| χὴν διεξηχέναι ἴσως καὶ δικαίως καὶ ἀδωροδοκήτως· ἀναγορ[εῦ]- | |
| σαι δὲ τὸν στέφανον τοῦτον ἐν τῶι θεάτρωι ἐν τοῖς κατ’ ἐνια[υ]- | |
| 20 | τὸν συντελουμένοις Διονυσίοις· ἐπιμεληθῆναι δὲ |
| τῆς ἀναγορεύσεως τὸν ἱερέα τοῦ Διονύσου· ἑλέσθαι δὲ τὸν | |
| δῆμον ἤδη πρέσβεις πέντε ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων | |
| οἵτινες ἀφικόμενοι εἰς Ἀθήνας καὶ ἀποδόντες τόδε τ[ὸ] | |
| ψήφισμα παρακαλέσουσιν τήν τε βουλὴν καὶ τὸν δῆ- | |
| 25 | μον τὸν Ἀθηναίων ἐπιχωρῆσαι ἑαυτοῖς τὰς ἐψηφισμέν[ας] |
| τιμὰς ἵνα, τούτων συντελεσθέντων, Ἀθηναίων τε οἱ | |
| κατοικοῦντες ἐν Δήλωι φαίνωνται τὰς ἐπιβαλλού- | |
| σας ἑαυτοῖς τιμὰς ἀποδιδόντες τοῖς ἀξίοις τῶν | |
| ἀνδρῶν, οἵ τε τῶν ἀρχείων τυγχάνοντες ζηλωτα[ὶ] | |
| 30 | γίνωνται ἐφαμίλλου τῆς τιμῆς αὐτοῖς παρὰ τῶν πο- |
| λιτῶν τιθεμένης· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν | |
| γραμματέα τοῦ ἐπιμελητοῦ Μνησίφιλον εἰς στήλην | |
| λιθίνην καὶ στῆσαι ἀκολούθως τοῖς ἄρξασιν τὸν ἐπὶ | |
| Λυσιάδου ἄρχοντος ἐνιαυτόν· ἐπαινέσαι δὲ καὶ τὸν | |
| 35 | γραμματέα Διογείτονα Διογνήτου Ῥαμνούσιον καὶ |
| στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν | |
| καὶ δικαιοσύνης· πρέσβεις οἵδε κεχειροτόνηνται· | |
| Ἀνθεστήριος ἐγ Μ[υρ]ρινούττης, Πολύξενος Παιανιεύς, | |
| Λυκομήδης Ἀλωπεκῆθεν, Θεοκλῆς Παιανιεύς, | |
| 40 | [Βι]οτέλης Ῥαμνούσιος. |
| ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος ἑνδεκάτης | |
| πρυτανείας, Θαργελιῶνος [δ]ευτέραι μετ’ εἰκάδας, ἐνάτει καὶ | |
| [ε]ἰκοστεῖ τῆς πρυτανείας, [ἐκκλη]σία ἐμ Πειραεῖ, Περι[γ]έ- | |
| νης Θαλησιγένου Τρικορύσιος εἶπεν· ἐπειδὴ Ἀθηναίων | |
| 45 | οἱ κατοικοῦντες ἐν Δήλωι ψήφισμα καὶ πρεσβευτὰς ἀποστεί- |
| λαντες παρακαλοῦσιν τὴν βουλὴν καὶ τὸν δῆμον ἐπιχωρ[ῆ]- | |
| [σαι] ἑ̣αυτοῖς τὰς ἐψηφισμένας τιμὰς τοῖς ἀγορανόμοις τοῖς χειρ[ο]- | |
| [τ]ονηθεῖσιν εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτόν· ἀγαθεῖ τύ- | |
| χει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς | |
| 50 | [τὴ]ν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, |
| [γνώμ]ην δὲ ξυμβάλλεσθαι [τῆς β]ουλ[ῆς] εἰς τὸν δῆμον ὅτι δο- | |
| κεῖ τεῖ βουλεῖ ἐπικεχωρῆσθαι Ἀθηναίων τοῖς κατοικοῦσιν ἐν Δήλωι τὰ[ς] | |
| ἐψηφισμένας τιμὰς ὑφ’ ἑαυτῶν τοῖς ἀγορανόμοις τοῖς χειροτο- | |
| νηθεῖσιν εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτόν· ἐπαινέσαι δὲ καὶ τοὺς | |
| 55 | παραγεγονότας παρ’ αὐτῶν πρεσβευτὰς Ἀνθεστήριον ἐγ Μυρρινούττης, |
| Πολύξενον Παιανιέα, Λυκομήδην Ἀλωπεκῆθεν, Θεοκλῆν Παιανιέα, | |
| Βιοτέλην Ῥαμνούσιον καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφά[νωι]. | |
| cr 1.57a | laurel crown |
| 58 | ἡ βουλή, |
| ὁ δῆμος. | |
| cr 2.57a | laurel crown |
| 58 | ἡ βουλή, |
| ὁ δῆμος. | |
| cr 3.57a | laurel crown |
| 58 | ἡ βουλή, |
| ὁ δῆμος. |