[ ] Delos — 147/6 or 146/5 BC
1 [ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς — — — πρυτανεί]ας ἧ̣ι? — — —
[— — — ἐγραμμάτευε? — — — — — — — — — — — — — —]Λ —
                                              — ΥΛΗ —
                                              — ΑΣ —
5              c. 15 lines illegible
20                     —ΑΤ̣ΑΙΙ—
[— — — καλλι]ερήσας δ’ ἔνειμεν̣ [τὰ κρέα — — — — — — — — — — —]
— — — — — τοῦτ’ ἔπραξεν ἐν παντ[ὶ καιρῶι, φανερὰν ποιησάμενος]
[τὴν] ἰδίαν φιλαγαθίαν, ἔθηκεν δὲ καὶ ἀγ[ῶνα — — — — — ἐπὶ τῆι]
[τῶν] Ἀθηναίων θυσίαι ἐν ὧι καὶ δέδωκεν ἆθλα [— — — — — ὡς]
25 [ἐν]ε̣δέχετο κάλλιστα καὶ εἰς ταῦτα διάφορον ἀνήλ̣[ωσεν ἐκ τῶν]
[ἰδ]ίων οὐκ ὀλίγον ἔν τε τοῖς ἄλλοις ἅπασιν κατὰ τὸν [τῆς ἀρχῆς]
χ̣ρόνον ἀνεστράφη φιλοδόξως καὶ ἀξίως τοῦ τε τόπου καὶ τῆ[ς τοῦ]
δήμου προαιρέσεως, κατεβάλετο δὲ καὶ τοὺς λόγους τοῖς νόμ[οις ἀ]-
[κο]λούθως ἁπάντων τῶν <ω>ἰκονομημένων ἐφ’ ἑαυτοῦ, ἔδωκεν δὲ κ[αὶ]
30 [τὰ]ς εὐθύνας τῆς ἀρχῆς ἔν τε {ι} τεῖ ἐκκλησίαι, ὁμοίως δὲ καὶ ἐν τῶι
[με]ρισθέντι κατὰ τὸν νόμον δικαστηρίωι· ἵνα οὖν [κ]αὶ Ἀθηναίων
[οἱ κα]τοικοῦντες ἐν Δήλωι φαίνωνται τιμῶντε[ς] τοὺς ἀγαθο[ὺς]
[τῶν ἀνδρῶ]ν καὶ ἀξίας αὐτοῖς ἀποδιδόντες τιμὰς καὶ χάριτας [τῶν]
[εὐεργετημάτων]· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βο[υλ]εῖ τοὺς λαχόν[τας]
35 προέδρ[ους εἰς τὴν ἐπιοῦ]σαν ἐκκλησίαν χρημ[ατ]ίσαι περὶ τούτ[ων],
[γ]νώμην δὲ ξυμ[βάλλεσθαι τῆς β]ουλῆς εἰς τὸν δ[ῆμ]ο[ν ὅ]τι δοκεῖ τ[εῖ βου]-
λεῖ ἐπαινέσαι Γοργία[ν Ἀσκληπιάδου] Ἰωνίδη[ν καὶ] στεφανῶσ[αι δά]-
[φ]νης στεφάνωι τῶι ἱερ[ῶι τοῦ θεοῦ ἀρετῆς καὶ φ]ιλοδοξίας ἕ[νεκεν]·
ἑλέσθαι δὲ καὶ πρὸς τὸν δῆμ[ον τὸν Ἀθηναίων πρέσβεις] δέ[κα ἐξ Ἀ]-
40 θ̣<η>ναίων ἁπάντων οἵτινες ἀφικόμε[νοι Ἀθήναζε καὶ ἀποδόντες]
τόδε τὸ ψήφισμα παρακαλέσουσιν τήν [τε βουλὴν καὶ τὸν δῆμον ἐ]-
πιχωρῆσαι Ἀθηναίοις τοῖς κατοικοῦσιν ἐν Δήλ[ωι τὰς ἐψηφισμένας τι]-
μὰς Γοργίαι Ἰωνίδει ἵνα, τούτων συντελεσθέντων, κα[ὶ Ἀθηναίων οἱ κα]-
τοικοῦντες ἐν Δήλωι φαίνωνται τὰς ἐπιβαλ[λού]σας τ[ιμὰς ἀποδιδόν]-
45 τες τοῖς ἀγαθοῖς ἀνδράσιν· ἀναγράψαι δὲ τόδε [τὸ] {δε} ψ[ήφισμα τὸν γραμ]-
ματέα τοῦ ἐπιμελητοῦ εἰς στήλην λιθίνην καὶ στῆ[σαι ἐν τῶι γυμνα]-
σίωι· τὸ δὲ γενόμενον ἀνάλωμα μερίσαι [τοὺ]ς ἐπὶ τὴν φυλ[ακὴν τῶν ἱερῶν]
χρημάτων καθεσταμένους Ἀριστόνικον Ἑ[καλῆθ]εν καὶ Ἀμφ — — — — — — — —
․ῆθεν.
50 ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς Λεωντίδος ἕκτης πρυτανείας ἧ<ι> Ξε̣[ν — — — — — —]
Συπαλήττιος ἐγραμμάτευεν, Ποσιδεῶνος ἐνάτη<ι> ἐπὶ δέκα, ἐνάτη<ι> κα[ὶ δεκάτηι τῆς πρυτα]-
[ν]είας, ἐκκλησία ἐν τῶι θεάτρωι· Περιγένης Θαλησιγένου Τ̣ρι[κορύσιος εἶπεν· ἐπειδὴ Ἀθη]-
[ναίων οἱ κατο]ικοῦντ[ες ἐν] Δήλωι ψήφισ[μα καὶ πρεσβευτὰς ἀπέ]στειλαν̣ — — —
                                                                —ΕΝ—
55                                                               —ΕΠΑΡΧ̣—
[— — — — — — — — — — — — — — — τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦ]σαν ἐκ[κλησίαν?]
[χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βο]υλῆς εἰς τὸν [δῆμον]
                                              — — — — — — — — — — — —
                                              — [ἐπ]αινέσαι [δὲ] καὶ — — —
60                                                   —ΔΡ̣ΟΝΕ̣Ι̣ΡΜ—
                                             — θαλλοῦ [στεφ]άνωι ΕΠ․Π․․Ε
                                                            —ΑΣ vac.?
62a       [crown]      [crown]      broken crown       laurel crown
63                                                      ἡ βουλή,
                                                     ὁ δῆμος
65                                                      Γοργίαν
                                                    Ἰωνίδην.
Search Help