[ ]
Delos — 147/6 or 146/5 BC
1 | [ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς — — — πρυτανεί]ας ἧ̣ι? — — — |
[— — — ἐγραμμάτευε? — — — — — — — — — — — — — —]Λ — | |
— ΥΛΗ — | |
— ΑΣ — | |
5 | c. 15 lines illegible |
20 | —ΑΤ̣ΑΙΙ— |
[— — — καλλι]ερήσας δ’ ἔνειμεν̣ [τὰ κρέα — — — — — — — — — — —] | |
— — — — — τοῦτ’ ἔπραξεν ἐν παντ[ὶ καιρῶι, φανερὰν ποιησάμενος] | |
[τὴν] ἰδίαν φιλαγαθίαν, ἔθηκεν δὲ καὶ ἀγ[ῶνα — — — — — ἐπὶ τῆι] | |
[τῶν] Ἀθηναίων θυσίαι ἐν ὧι καὶ δέδωκεν ἆθλα [— — — — — ὡς] | |
25 | [ἐν]ε̣δέχετο κάλλιστα καὶ εἰς ταῦτα διάφορον ἀνήλ̣[ωσεν ἐκ τῶν] |
[ἰδ]ίων οὐκ ὀλίγον ἔν τε τοῖς ἄλλοις ἅπασιν κατὰ τὸν [τῆς ἀρχῆς] | |
χ̣ρόνον ἀνεστράφη φιλοδόξως καὶ ἀξίως τοῦ τε τόπου καὶ τῆ[ς τοῦ] | |
δήμου προαιρέσεως, κατεβάλετο δὲ καὶ τοὺς λόγους τοῖς νόμ[οις ἀ]- | |
[κο]λούθως ἁπάντων τῶν <ω>ἰκονομημένων ἐφ’ ἑαυτοῦ, ἔδωκεν δὲ κ[αὶ] | |
30 | [τὰ]ς εὐθύνας τῆς ἀρχῆς ἔν τε {ι} τεῖ ἐκκλησίαι, ὁμοίως δὲ καὶ ἐν τῶι |
[με]ρισθέντι κατὰ τὸν νόμον δικαστηρίωι· ἵνα οὖν [κ]αὶ Ἀθηναίων | |
[οἱ κα]τοικοῦντες ἐν Δήλωι φαίνωνται τιμῶντε[ς] τοὺς ἀγαθο[ὺς] | |
[τῶν ἀνδρῶ]ν καὶ ἀξίας αὐτοῖς ἀποδιδόντες τιμὰς καὶ χάριτας [τῶν] | |
[εὐεργετημάτων]· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βο[υλ]εῖ τοὺς λαχόν[τας] | |
35 | προέδρ[ους εἰς τὴν ἐπιοῦ]σαν ἐκκλησίαν χρημ[ατ]ίσαι περὶ τούτ[ων], |
[γ]νώμην δὲ ξυμ[βάλλεσθαι τῆς β]ουλῆς εἰς τὸν δ[ῆμ]ο[ν ὅ]τι δοκεῖ τ[εῖ βου]- | |
λεῖ ἐπαινέσαι Γοργία[ν Ἀσκληπιάδου] Ἰωνίδη[ν καὶ] στεφανῶσ[αι δά]- | |
[φ]νης στεφάνωι τῶι ἱερ[ῶι τοῦ θεοῦ ἀρετῆς καὶ φ]ιλοδοξίας ἕ[νεκεν]· | |
ἑλέσθαι δὲ καὶ πρὸς τὸν δῆμ[ον τὸν Ἀθηναίων πρέσβεις] δέ[κα ἐξ Ἀ]- | |
40 | θ̣<η>ναίων ἁπάντων οἵτινες ἀφικόμε[νοι Ἀθήναζε καὶ ἀποδόντες] |
τόδε τὸ ψήφισμα παρακαλέσουσιν τήν [τε βουλὴν καὶ τὸν δῆμον ἐ]- | |
πιχωρῆσαι Ἀθηναίοις τοῖς κατοικοῦσιν ἐν Δήλ[ωι τὰς ἐψηφισμένας τι]- | |
μὰς Γοργίαι Ἰωνίδει ἵνα, τούτων συντελεσθέντων, κα[ὶ Ἀθηναίων οἱ κα]- | |
τοικοῦντες ἐν Δήλωι φαίνωνται τὰς ἐπιβαλ[λού]σας τ[ιμὰς ἀποδιδόν]- | |
45 | τες τοῖς ἀγαθοῖς ἀνδράσιν· ἀναγράψαι δὲ τόδε [τὸ] {δε} ψ[ήφισμα τὸν γραμ]- |
ματέα τοῦ ἐπιμελητοῦ εἰς στήλην λιθίνην καὶ στῆ[σαι ἐν τῶι γυμνα]- | |
σίωι· τὸ δὲ γενόμενον ἀνάλωμα μερίσαι [τοὺ]ς ἐπὶ τὴν φυλ[ακὴν τῶν ἱερῶν] | |
χρημάτων καθεσταμένους Ἀριστόνικον Ἑ[καλῆθ]εν καὶ Ἀμφ — — — — — — — — | |
․ῆθεν. | |
50 | ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς Λεωντίδος ἕκτης πρυτανείας ἧ<ι> Ξε̣[ν — — — — — —] |
Συπαλήττιος ἐγραμμάτευεν, Ποσιδεῶνος ἐνάτη<ι> ἐπὶ δέκα, ἐνάτη<ι> κα[ὶ δεκάτηι τῆς πρυτα]- | |
[ν]είας, ἐκκλησία ἐν τῶι θεάτρωι· Περιγένης Θαλησιγένου Τ̣ρι[κορύσιος εἶπεν· ἐπειδὴ Ἀθη]- | |
[ναίων οἱ κατο]ικοῦντ[ες ἐν] Δήλωι ψήφισ[μα καὶ πρεσβευτὰς ἀπέ]στειλαν̣ — — — | |
—ΕΝ— | |
55 | —ΕΠΑΡΧ̣— |
[— — — — — — — — — — — — — — — τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦ]σαν ἐκ[κλησίαν?] | |
[χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βο]υλῆς εἰς τὸν [δῆμον] | |
— — — — — — — — — — — — | |
— [ἐπ]αινέσαι [δὲ] καὶ — — — | |
60 | —ΔΡ̣ΟΝΕ̣Ι̣ΡΜ— |
— θαλλοῦ [στεφ]άνωι ΕΠ․Π․․Ε | |
—ΑΣ vac.? | |
62a | [crown] [crown] broken crown laurel crown |
63 | ἡ βουλή, |
ὁ δῆμος | |
65 | Γοργίαν |
Ἰωνίδην. |