[ ]
Delos — 147/6 or 146/5 BC
| 1 | [ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς — — — πρυτανεί]ας ἧ̣ι? — — — |
| [— — — ἐγραμμάτευε? — — — — — — — — — — — — — —]Λ — | |
| — ΥΛΗ — | |
| — ΑΣ — | |
| 5 | c. 15 lines illegible |
| 20 | —ΑΤ̣ΑΙΙ— |
| [— — — καλλι]ερήσας δ’ ἔνειμεν̣ [τὰ κρέα — — — — — — — — — — —] | |
| — — — — — τοῦτ’ ἔπραξεν ἐν παντ[ὶ καιρῶι, φανερὰν ποιησάμενος] | |
| [τὴν] ἰδίαν φιλαγαθίαν, ἔθηκεν δὲ καὶ ἀγ[ῶνα — — — — — ἐπὶ τῆι] | |
| [τῶν] Ἀθηναίων θυσίαι ἐν ὧι καὶ δέδωκεν ἆθλα [— — — — — ὡς] | |
| 25 | [ἐν]ε̣δέχετο κάλλιστα καὶ εἰς ταῦτα διάφορον ἀνήλ̣[ωσεν ἐκ τῶν] |
| [ἰδ]ίων οὐκ ὀλίγον ἔν τε τοῖς ἄλλοις ἅπασιν κατὰ τὸν [τῆς ἀρχῆς] | |
| χ̣ρόνον ἀνεστράφη φιλοδόξως καὶ ἀξίως τοῦ τε τόπου καὶ τῆ[ς τοῦ] | |
| δήμου προαιρέσεως, κατεβάλετο δὲ καὶ τοὺς λόγους τοῖς νόμ[οις ἀ]- | |
| [κο]λούθως ἁπάντων τῶν <ω>ἰκονομημένων ἐφ’ ἑαυτοῦ, ἔδωκεν δὲ κ[αὶ] | |
| 30 | [τὰ]ς εὐθύνας τῆς ἀρχῆς ἔν τε {ι} τεῖ ἐκκλησίαι, ὁμοίως δὲ καὶ ἐν τῶι |
| [με]ρισθέντι κατὰ τὸν νόμον δικαστηρίωι· ἵνα οὖν [κ]αὶ Ἀθηναίων | |
| [οἱ κα]τοικοῦντες ἐν Δήλωι φαίνωνται τιμῶντε[ς] τοὺς ἀγαθο[ὺς] | |
| [τῶν ἀνδρῶ]ν καὶ ἀξίας αὐτοῖς ἀποδιδόντες τιμὰς καὶ χάριτας [τῶν] | |
| [εὐεργετημάτων]· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βο[υλ]εῖ τοὺς λαχόν[τας] | |
| 35 | προέδρ[ους εἰς τὴν ἐπιοῦ]σαν ἐκκλησίαν χρημ[ατ]ίσαι περὶ τούτ[ων], |
| [γ]νώμην δὲ ξυμ[βάλλεσθαι τῆς β]ουλῆς εἰς τὸν δ[ῆμ]ο[ν ὅ]τι δοκεῖ τ[εῖ βου]- | |
| λεῖ ἐπαινέσαι Γοργία[ν Ἀσκληπιάδου] Ἰωνίδη[ν καὶ] στεφανῶσ[αι δά]- | |
| [φ]νης στεφάνωι τῶι ἱερ[ῶι τοῦ θεοῦ ἀρετῆς καὶ φ]ιλοδοξίας ἕ[νεκεν]· | |
| ἑλέσθαι δὲ καὶ πρὸς τὸν δῆμ[ον τὸν Ἀθηναίων πρέσβεις] δέ[κα ἐξ Ἀ]- | |
| 40 | θ̣<η>ναίων ἁπάντων οἵτινες ἀφικόμε[νοι Ἀθήναζε καὶ ἀποδόντες] |
| τόδε τὸ ψήφισμα παρακαλέσουσιν τήν [τε βουλὴν καὶ τὸν δῆμον ἐ]- | |
| πιχωρῆσαι Ἀθηναίοις τοῖς κατοικοῦσιν ἐν Δήλ[ωι τὰς ἐψηφισμένας τι]- | |
| μὰς Γοργίαι Ἰωνίδει ἵνα, τούτων συντελεσθέντων, κα[ὶ Ἀθηναίων οἱ κα]- | |
| τοικοῦντες ἐν Δήλωι φαίνωνται τὰς ἐπιβαλ[λού]σας τ[ιμὰς ἀποδιδόν]- | |
| 45 | τες τοῖς ἀγαθοῖς ἀνδράσιν· ἀναγράψαι δὲ τόδε [τὸ] {δε} ψ[ήφισμα τὸν γραμ]- |
| ματέα τοῦ ἐπιμελητοῦ εἰς στήλην λιθίνην καὶ στῆ[σαι ἐν τῶι γυμνα]- | |
| σίωι· τὸ δὲ γενόμενον ἀνάλωμα μερίσαι [τοὺ]ς ἐπὶ τὴν φυλ[ακὴν τῶν ἱερῶν] | |
| χρημάτων καθεσταμένους Ἀριστόνικον Ἑ[καλῆθ]εν καὶ Ἀμφ — — — — — — — — | |
| ․ῆθεν. | |
| 50 | ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς Λεωντίδος ἕκτης πρυτανείας ἧ<ι> Ξε̣[ν — — — — — —] |
| Συπαλήττιος ἐγραμμάτευεν, Ποσιδεῶνος ἐνάτη<ι> ἐπὶ δέκα, ἐνάτη<ι> κα[ὶ δεκάτηι τῆς πρυτα]- | |
| [ν]είας, ἐκκλησία ἐν τῶι θεάτρωι· Περιγένης Θαλησιγένου Τ̣ρι[κορύσιος εἶπεν· ἐπειδὴ Ἀθη]- | |
| [ναίων οἱ κατο]ικοῦντ[ες ἐν] Δήλωι ψήφισ[μα καὶ πρεσβευτὰς ἀπέ]στειλαν̣ — — — | |
| —ΕΝ— | |
| 55 | —ΕΠΑΡΧ̣— |
| [— — — — — — — — — — — — — — — τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦ]σαν ἐκ[κλησίαν?] | |
| [χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βο]υλῆς εἰς τὸν [δῆμον] | |
| — — — — — — — — — — — — | |
| — [ἐπ]αινέσαι [δὲ] καὶ — — — | |
| 60 | —ΔΡ̣ΟΝΕ̣Ι̣ΡΜ— |
| — θαλλοῦ [στεφ]άνωι ΕΠ․Π․․Ε | |
| —ΑΣ vac.? | |
| 62a | [crown] [crown] broken crown laurel crown |
| 63 | ἡ βουλή, |
| ὁ δῆμος | |
| 65 | Γοργίαν |
| Ἰωνίδην. |