[ ] Delos — 148/7 BC
1 ἐπὶ Ἄρχοντος ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος ἕκτης πρυ-
τανείας, Ποσιδεῶνος δεκάτει προτέραι, ἐκκλησία κυρί[α]
ἐν τῶι ἐκκλησιαστηρίωι, Πέλοψ Εὐβούλου Ἀτηνεὺς εἶ-
πεν· ἐπειδὴ Ἀπολλώνιος Δημητρίου Λαοδικεὺς ὁρμώμε-
5 νος ἀπὸ παιδείας τὴμ πλείστην πρόνοιαν πεποίηται εἰς
τὸ παραγενόμενος εἰς τὴν νῆσον μὴ μόνον τὴν ἀνα-
στροφὴν ἀξίαν τοῦ ἐπιτηδεύματος παρασκευάσαι,
ἀλλὰ καὶ τοὺς πλείστους τῶν ἐλευθέρων παιδῶν,
E)/TI DE\ KAI\ TW=N E)FH/BWN KAI\ NEANI/SKWN E)PI\ TH\N AU)TH\N
10 αἵρεσιν προτρέψασθαι, ἐπεστατηκὼς δὲ αὐτῶν ἔτη
καὶ πλείω ἐν τοῖς ὅπλοις καὶ τούτοις ἀνέγκλητον αὑ-
τὸν παρεσκεύασεν, ἔτι δὲ καὶ τοῖς ἀεὶ χειροτονουμένοις
γυμνασιάρχοις· ὅπως οὖν καὶ ὁ δῆμος ὁ Ἀθηναίων τῶν
ἐν Δήλωι κατοικούντων φαίνηται τιμῶν τοὺς ἀξί-
15 ους τῶν ἀνδρῶν· τύχει ἀγαθεῖ· δεδόχθαι τεῖ βουλεῖ τοὺς λα-
χόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρημα-
τίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βο[υ]-
[λ]ῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ· ἐπαινέσαι μὲ[ν]
Ἀπολλώνιον Δημητρίου Λαοδικέα καὶ στεφανῶσαι
20 δάφνης στεφάνωι τῶι ἱερῶι τοῦ θεοῦ ἐπί τε τεῖ αἱρέ-
σει ἧ<ι> ἔχων διατελεῖ περὶ τοὺς ἐν Δήλωι πολίτας καὶ ἐπ[ὶ]
τεῖ ἄλλει ἀναστροφεῖ καὶ παρεπιδημίαι ἧι πεποίηται
ἐν τεῖ νήσωι· τοὺς δὲ κεχειροτονημένους ἄνδρας ἐπὶ τὴ[ν]
φυλακὴν τῶν ἱερῶν χρημάτων Γόργιν καὶ Νικόδημο[ν]
25 μερίσαι Ἀπολλωνίωι ξένιον ὅσον ἂν αὐτοῖς εὔκαιρον εἶ-
ναι φαίνηται· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς σ[τή]-
λην λιθίνην καὶ ἀναθεῖναι αὐτὴν ἐν τῶι ἱερῶι· τὸ δ[ὲ]
γενόμενον εἰς αὐτὴν ἀνάλωμα μερίσαι
Γόργιν καὶ Νικόδημον.
Search Help
Contact Us