[ ]
Delos — 148/7 BC
| 1 | ἐπὶ Ἄρχοντος ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος ἕκτης πρυ- |
| τανείας, Ποσιδεῶνος δεκάτει προτέραι, ἐκκλησία κυρί[α] | |
| ἐν τῶι ἐκκλησιαστηρίωι, Πέλοψ Εὐβούλου Ἀτηνεὺς εἶ- | |
| πεν· ἐπειδὴ Ἀπολλώνιος Δημητρίου Λαοδικεὺς ὁρμώμε- | |
| 5 | νος ἀπὸ παιδείας τὴμ πλείστην πρόνοιαν πεποίηται εἰς |
| τὸ παραγενόμενος εἰς τὴν νῆσον μὴ μόνον τὴν ἀνα- | |
| στροφὴν ἀξίαν τοῦ ἐπιτηδεύματος παρασκευάσαι, | |
| ἀλλὰ καὶ τοὺς πλείστους τῶν ἐλευθέρων παιδῶν, | |
| ἔτι δὲ καὶ τῶν ἐφήβων καὶ νεανίσκων ἐπὶ τὴν αὐτὴν | |
| 10 | αἵρεσιν προτρέψασθαι, ἐπεστατηκὼς δὲ αὐτῶν ἔτη |
| καὶ πλείω ἐν τοῖς ὅπλοις καὶ τούτοις ἀνέγκλητον αὑ- | |
| τὸν παρεσκεύασεν, ἔτι δὲ καὶ τοῖς ἀεὶ χειροτονουμένοις | |
| γυμνασιάρχοις· ὅπως οὖν καὶ ὁ δῆμος ὁ Ἀθηναίων τῶν | |
| ἐν Δήλωι κατοικούντων φαίνηται τιμῶν τοὺς ἀξί- | |
| 15 | ους τῶν ἀνδρῶν· τύχει ἀγαθεῖ· δεδόχθαι τεῖ βουλεῖ τοὺς λα- |
| χόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρημα- | |
| τίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βο[υ]- | |
| [λ]ῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ· ἐπαινέσαι μὲ[ν] | |
| Ἀπολλώνιον Δημητρίου Λαοδικέα καὶ στεφανῶσαι | |
| 20 | δάφνης στεφάνωι τῶι ἱερῶι τοῦ θεοῦ ἐπί τε τεῖ αἱρέ- |
| σει ἧ<ι> ἔχων διατελεῖ περὶ τοὺς ἐν Δήλωι πολίτας καὶ ἐπ[ὶ] | |
| τεῖ ἄλλει ἀναστροφεῖ καὶ παρεπιδημίαι ἧι πεποίηται | |
| ἐν τεῖ νήσωι· τοὺς δὲ κεχειροτονημένους ἄνδρας ἐπὶ τὴ[ν] | |
| φυλακὴν τῶν ἱερῶν χρημάτων Γόργιν καὶ Νικόδημο[ν] | |
| 25 | μερίσαι Ἀπολλωνίωι ξένιον ὅσον ἂν αὐτοῖς εὔκαιρον εἶ- |
| ναι φαίνηται· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς σ[τή]- | |
| λην λιθίνην καὶ ἀναθεῖναι αὐτὴν ἐν τῶι ἱερῶι· τὸ δ[ὲ] | |
| γενόμενον εἰς αὐτὴν ἀνάλωμα μερίσαι | |
| Γόργιν καὶ Νικόδημον. |