[ ] Delos — ca. 160-150 BC
1 ἐπὶ Ἀρισταίχμου ἄρχοντος,
Γαμηλιῶνος δεκάτει ἱσταμένου·
ἐκκλησία κυρία ἐν τῶι ἐκκλησιαστηρίωι·
Μένανδρος Μενάνδρου Μελιτεὺς εἶπεν·
5 ἐπειδὴ Εὔβουλος Δημητρίου Μαραθώνιος
ἔν τε ταῖς ἀρχαῖς ἐφ’ ἃς ἐχειροτονήθη καλῶς
καὶ ἐνδόξως ἀναστραφεὶς ἀνέ<γ>κλητον ἑαυ-
τὸν παρέσχετο, ἀρχεθέωρός τε αἱρεθεὶς καὶ
μετὰ τοῦ ὑοῦ καὶ τῶν ἄλλων συνθεώρων
10 πάντα καλῶς καὶ πρεπόντως βραβεύσας
τό τε πρῶτον Παναθηναίοις ἐποίησεν τὸν
δῆμον τὸν Ἀθηναίων τῶν ἐν Δήλωι τιμηθῆ-
ναι χρυσῶι στεφάνωι ἀν<η>γορευμένωι ἐν
τῶι ἐν ἄστει θεάτρωι, πρεσβεύσας τε πλεόνακις
15 καὶ ἀγωνισάμενος ἐκτενῶς πολλὰ τῶν χρη-
σίμων Ἀθηναίοις τοῖς ἐν Δήλωι περιεποίησεν,
ἱερεύς τε γενόμενος τῶμ Μεγάλων Θεῶν καὶ
πάλιν τοῦ Ἀσκληπιοῦ καὶ πάλιν αἱρεθεὶς ὑπὸ τοῦ
δήμου καὶ λαχὼν τοῦ Διονύσου καὶ ἐκ τῶν ἰδίων πάσ<ας>
20 δαπανήσας τὰς πομπὰς καὶ τὰς θυσίας ὑπὲρ Ἀθηναί-
ων καὶ Ῥωμαίων καλῶς καὶ ἱεροπρεπῶ<ς> συνετέλε-
σεν· ὅπως οὖν ὁ δῆμος φαίνηται τοῖς εὐχαριστοῦ-
σιν ἀξίας ἀποδιδοὺς χάριτας· ἀγαθεῖ τύχει· δε-
δόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους
25 εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι
περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς
βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ στε-
φανῶσαι Εὔβουλον Δημητρίου Μαραθώνιον
τῶι ἱερῶι τοῦ θεοῦ στεφάνωι ἀρετῆς ἕνεκεν
30 καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· χειροτονῆσαι
δὲ καὶ πρέσβεις ἤδη τρεῖς οἵτινες ἐπελθόν-
τες ἐπὶ τὴν Ἀθήνησιν βουλὴν καὶ ἐκκλησίαν
παρακαλέσουσι τὸν δῆμον συνεπιχωρῆσαι
τοῖς ἐψηφισμένοις Εὐβούλωι φιλανθρώποις·
35 ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ εἰς στήλην
λιθίνην καὶ στῆσαι ἐν τῶι Ἡρακλείωι. πρέσβεις
EI)S *)AQH/NAS KATA\ TO\ YH/FISMA OI(/DE KEXEIRO-
τόνηνται· Ἀνθεστήριος ἐγ Μυρρινούττης,
Ξενόφιλος Οἰναῖος, Δημήτριος Μαραθώνιος.
40 ἐψηφίσθη καὶ Ἀθήνησιν.
cr 1.40a laurel crown
41   ἡ βουλὴ
καὶ ὁ δῆμος.
cr 2.40a                  laurel crown
41                    ἡ βουλὴ
                  καὶ ὁ δῆμος.
cr 3.40a                                laurel crown
41                                  ἡ βουλὴ
                                καὶ ὁ δῆμος.
cr 4.42a    crown
43    ἱερεὺς
Θεῶν Μεγάλων.
cr 5.42a                     ivy crown
43                      ἱερεὺς
                    Διονύσου.
cr 6.42a                                   crown
43                                   ἱερεὺς
                                Θεῶν Μεγάλων.
cr 7.44a laurel crown
45   ἡ βουλὴ
καὶ ὁ δῆμος.
cr 8.44a                   laurel crown
45                      ἱερεὺς
                   Ἀσκληπιοῦ.
cr 9.44a                                laurel crown
45                                   ἡ βουλὴ
                                 καὶ ὁ δῆμος.
Search Help
Contact Us