[ ]
Delos — ca. 160-150 BC
1 | ἐπὶ Ἀρισταίχμου ἄρχοντος, |
Γαμηλιῶνος δεκάτει ἱσταμένου· | |
ἐκκλησία κυρία ἐν τῶι ἐκκλησιαστηρίωι· | |
Μένανδρος Μενάνδρου Μελιτεὺς εἶπεν· | |
5 | ἐπειδὴ Εὔβουλος Δημητρίου Μαραθώνιος |
ἔν τε ταῖς ἀρχαῖς ἐφ’ ἃς ἐχειροτονήθη καλῶς | |
καὶ ἐνδόξως ἀναστραφεὶς ἀνέ<γ>κλητον ἑαυ- | |
τὸν παρέσχετο, ἀρχεθέωρός τε αἱρεθεὶς καὶ | |
μετὰ τοῦ ὑοῦ καὶ τῶν ἄλλων συνθεώρων | |
10 | πάντα καλῶς καὶ πρεπόντως βραβεύσας |
τό τε πρῶτον Παναθηναίοις ἐποίησεν τὸν | |
δῆμον τὸν Ἀθηναίων τῶν ἐν Δήλωι τιμηθῆ- | |
ναι χρυσῶι στεφάνωι ἀν<η>γορευμένωι ἐν | |
τῶι ἐν ἄστει θεάτρωι, πρεσβεύσας τε πλεόνακις | |
15 | καὶ ἀγωνισάμενος ἐκτενῶς πολλὰ τῶν χρη- |
σίμων Ἀθηναίοις τοῖς ἐν Δήλωι περιεποίησεν, | |
ἱερεύς τε γενόμενος τῶμ Μεγάλων Θεῶν καὶ | |
πάλιν τοῦ Ἀσκληπιοῦ καὶ πάλιν αἱρεθεὶς ὑπὸ τοῦ | |
δήμου καὶ λαχὼν τοῦ Διονύσου καὶ ἐκ τῶν ἰδίων πάσ<ας> | |
20 | δαπανήσας τὰς πομπὰς καὶ τὰς θυσίας ὑπὲρ Ἀθηναί- |
ων καὶ Ῥωμαίων καλῶς καὶ ἱεροπρεπῶ<ς> συνετέλε- | |
σεν· ὅπως οὖν ὁ δῆμος φαίνηται τοῖς εὐχαριστοῦ- | |
σιν ἀξίας ἀποδιδοὺς χάριτας· ἀγαθεῖ τύχει· δε- | |
δόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους | |
25 | εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι |
περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς | |
βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ στε- | |
φανῶσαι Εὔβουλον Δημητρίου Μαραθώνιον | |
τῶι ἱερῶι τοῦ θεοῦ στεφάνωι ἀρετῆς ἕνεκεν | |
30 | καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· χειροτονῆσαι |
δὲ καὶ πρέσβεις ἤδη τρεῖς οἵτινες ἐπελθόν- | |
τες ἐπὶ τὴν Ἀθήνησιν βουλὴν καὶ ἐκκλησίαν | |
παρακαλέσουσι τὸν δῆμον συνεπιχωρῆσαι | |
τοῖς ἐψηφισμένοις Εὐβούλωι φιλανθρώποις· | |
35 | ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ εἰς στήλην |
λιθίνην καὶ στῆσαι ἐν τῶι Ἡρακλείωι. πρέσβεις | |
εἰς Ἀθήνας κατὰ τὸ ψήφισμα οἵδε κεχειρο- | |
τόνηνται· Ἀνθεστήριος ἐγ Μυρρινούττης, | |
Ξενόφιλος Οἰναῖος, Δημήτριος Μαραθώνιος. | |
40 | ἐψηφίσθη καὶ Ἀθήνησιν. |
cr 1.40a | laurel crown |
41 | ἡ βουλὴ |
καὶ ὁ δῆμος. | |
cr 2.40a | laurel crown |
41 | ἡ βουλὴ |
καὶ ὁ δῆμος. | |
cr 3.40a | laurel crown |
41 | ἡ βουλὴ |
καὶ ὁ δῆμος. | |
cr 4.42a | crown |
43 | ἱερεὺς |
Θεῶν Μεγάλων. | |
cr 5.42a | ivy crown |
43 | ἱερεὺς |
Διονύσου. | |
cr 6.42a | crown |
43 | ἱερεὺς |
Θεῶν Μεγάλων. | |
cr 7.44a | laurel crown |
45 | ἡ βουλὴ |
καὶ ὁ δῆμος. | |
cr 8.44a | laurel crown |
45 | ἱερεὺς |
Ἀσκληπιοῦ. | |
cr 9.44a | laurel crown |
45 | ἡ βουλὴ |
καὶ ὁ δῆμος. |