[ ]
Delos — 165/4 BC
1 | ἐπὶ Πέλοπος ἄρχοντος, Γαμη- |
λιῶνος ἕκτει μετ’ εἰκάδας, | |
ἐκκλησία κυρία ἐν τῶι ἐκκλη- | |
σιαστηρίωι, Ἀγαθοκλῆς Ἀπολλο- | |
5 | δώρου Παιανιεὺς εἶπεν· ἐπειδὴ |
Ἀμφικλῆς, μουσικὸς καὶ μελῶν | |
ποητής, ἀκροάσεις καὶ πλείους | |
ἐποήσατο καὶ προσόδιον γράψας | |
ἐμμελὲς εἰς τὴν πόλιν τούς τε | |
10 | θεοὺς τοὺς τὴν νῆσον κατέχοντας |
καὶ τὸν δῆμον τὸν Ἀθηναίων | |
ὕμνησεν, ἐδίδαξεν δὲ καὶ τοὺς τῶν | |
πολιτῶν παῖδας πρὸς λύραν τὸ | |
μέλος ἄιδειν, ἀξίως τῆς τε τῶν θεῶν | |
15 | τιμῆς καὶ τοῦ Ἀθηναίων δήμου, |
ἐπαγγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸν | |
εὔχρηστον ἑαυτὸν παρασκευάζ[ειν] | |
καθότι ἂν ἦι δυνατός· ὅπως οὖν καὶ ἡ | |
βουλὴ καὶ ὁ δῆμος ὁ Ἀθηναίων τῶν | |
20 | ἐν Δήλωι κατοικούντων φαίνωνται |
τιμῶντες τοὺς ἀξίους· ἀγαθεῖ τύχει· | |
δεδόχθαι τεῖ βουλεῖ τοὺ[ς λαχόντας] | |
προέδρους εἰς τὴν ἐ[πι]οῦσαν ἐκκλη[σί]α[ν] | |
[χρηματίσ]αι περὶ τούτων, γνώμην δὲ | |
25 | [ξ]υμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν |
δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι | |
τε Ἀμφικλῆν Φιλοξένου Ῥηναέα ἐπί | |
τε τεῖ εἰς τοὺς θεοὺς εὐσεβείαι | |
καὶ τεῖ εἰς τὸν δῆμον τὸν Ἀθηναίων | |
30 | εὐνοίαι καὶ στεφανῶσαι αὐτὸν δάφνης |
στεφάνωι· ἀποστεῖλαι δ’ αὐτῶι καὶ | |
ξένιον· καλέσαι δὲ αὐτὸν καὶ εἰς τὸ | |
πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν· | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
35 | εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν |
τῶι ἱερῶι τῆς Ἀρτέμιδος. |