[ ] Delos — 165/4 BC
1 ἐπὶ Πέλοπος ἄρχοντος, Γαμη-
λιῶνος ἕκτει μετ’ εἰκάδας,
ἐκκλησία κυρία ἐν τῶι ἐκκλη-
σιαστηρίωι, Ἀγαθοκλῆς Ἀπολλο-
5 δώρου Παιανιεὺς εἶπεν· ἐπειδὴ
Ἀμφικλῆς, μουσικὸς καὶ μελῶν
ποητής, ἀκροάσεις καὶ πλείους
ἐποήσατο καὶ προσόδιον γράψας
ἐμμελὲς εἰς τὴν πόλιν τούς τε
10 θεοὺς τοὺς τὴν νῆσον κατέχοντας
καὶ τὸν δῆμον τὸν Ἀθηναίων
ὕμνησεν, ἐδίδαξεν δὲ καὶ τοὺς τῶν
πολιτῶν παῖδας πρὸς λύραν τὸ
μέλος ἄιδειν, ἀξίως τῆς τε τῶν θεῶν
15 τιμῆς καὶ τοῦ Ἀθηναίων δήμου,
ἐπαγγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸν
εὔχρηστον ἑαυτὸν παρασκευάζ[ειν]
καθότι ἂν ἦι δυνατός· ὅπως οὖν καὶ ἡ
βουλὴ καὶ ὁ δῆμος ὁ Ἀθηναίων τῶν
20 ἐν Δήλωι κατοικούντων φαίνωνται
τιμῶντες τοὺς ἀξίους· ἀγαθεῖ τύχει·
δεδόχθαι τεῖ βουλεῖ τοὺ[ς λαχόντας]
προέδρους εἰς τὴν ἐ[πι]οῦσαν ἐκκληί]α[ν]
[χρηματίσ]αι περὶ τούτων, γνώμην δὲ
25 [ξ]υμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν
δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι
τε Ἀμφικλῆν Φιλοξένου Ῥηναέα ἐπί
τε τεῖ εἰς τοὺς θεοὺς εὐσεβείαι
καὶ τεῖ εἰς τὸν δῆμον τὸν Ἀθηναίων
30 εὐνοίαι καὶ στεφανῶσαι αὐτὸν δάφνης
στεφάνωι· ἀποστεῖλαι δ’ αὐτῶι καὶ
ξένιον· καλέσαι δὲ αὐτὸν καὶ εἰς τὸ
πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
35 εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν
τῶι ἱερῶι τῆς Ἀρτέμιδος.
Search Help
Contact Us