[ ]
Delos — end 3rd c. BC
1 | ὁ ἱερεὺς Ἀπολλώνιος ἀνέγραψεν κατὰ |
πρόσταγμα τοῦ θεοῦ· ὁ γὰρ πάππος ἡμῶν | |
Ἀπολλώνιος, ὢν Αἰγύπτιος ἐκ τῶν ἱερέων, | |
τὸν θεὸν ἔχων παρεγένετο ἐξ Αἰγύπτου | |
5 | θεραπεύων τε διετέλει καθῶς πάτριον ἦν |
ζῶσαί τε δοκεῖ ἔτη ἐνενήκοντα καὶ ἑπτά. | |
διαδεξαμένου δὲ τοῦ πατρός μου Δημη- | |
τρίου ἀκολούθως τε θεραπεύοντος τοὺς θ̣ε[ο]ύς, | |
διὰ δὲ τὴν εὐσέβειαν ἐστεφανώθη ὑπὸ | |
10 | τοῦ θεοῦ εἰκόνι χαλκεῖ ἣ ἀνάκειται ἐν τῶι ναῶι |
τοῦ θεοῦ· ἔτη δὲ ἐβίωσεν ἑξήκοντα καὶ ἕν. | |
παραλαβόντος δέ μου τὰ ἱερὰ καὶ προσκαθη- | |
μένου ταῖς θεραπείαις ἐπιμελῶς, ὁ θεός μοι ἐχρη- | |
μάτισεν κατὰ τὸν ὕπνον ὅτι Σαραπιεῖον δεῖ | |
15 | αὐτῶι ἀναδειχθῆναι ἴδιον καὶ μὴ εἶναι ἐν μισ- |
θωτοῖς καθὼς πρότερον, εὑρήσειν τε τόπον | |
αὐτὸς οὗ δεῖ ἑδρασθῆναι σημανεῖν τε τὸν | |
τόπον. ὃ καὶ ἐγένετο. ὁ γὰρ τόπος οὗτος ἦν | |
κόπρου μεστὸς ὃς προεγέγραπτο πω- | |
20 | λούμενος ἐν βιβλιδίωι ἐν τεῖ διόδωι τῆς |
ἀγορᾶς· τοῦ δὲ θεοῦ βουλομένου συνετελέ- | |
σθη ἡ ὠνὴ κατεσσκευάσθη τε τὸ ἱρὸν συντόμως | |
ἐν μησὶν ἕξ. ἀνθρώπων δέ τινων ἐπισυνστάντων | |
ἡμῖν τε καὶ τῶι θεῶι καὶ ἐπενενκάντων κρίσιν κατὰ τοῦ ἱεροῦ | |
25 | καὶ ἐμοῦ δημοσίαν, τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἐπην- |
γείλατο δ’ ἐμοὶ ὁ θεὸς κατὰ τὸν ὕπνον ὅτι νικήσομεν. | |
τοῦ δ’ ἀγῶνος συντελεσθέντος καὶ νικησάντων ἡμῶν | |
ἀξίως τοῦ θεοῦ, ἐπαινοῦμεν τοὺς θεοὺς ἀξίαν χάριν ἀποδιδόντες. | |
γράφει δὲ καὶ Μαιΐστας ὑπὲρ τοῦ ἱεροῦ εἰς τὴν ὑπόθεσιν ταύτην. | |
30 | μυρία καὶ θαμβητὰ σέθεν, πολύαινε Σάραπι, |
ἔργα, τὰ μὲν θείας ἀνὰ τύρσιας Αἰγύπτοιο | |
ηὔδηται, τὰ δὲ πᾶσαν ἀν’ Ἑλλάδα, σεῖο θ’ ὁμεύνου | |
Ἴσιδος· ἐσθλοῖσιν δὲ σαώτορες αἰὲν ἕπεσθε | |
ἀνδράσιν οἳ κατὰ πάντα νόωι ὅσια φρονέουσιν. | |
35 | καὶ γάρ τ’ ἀμφιάλει Δήλωι ἀρίσημα τέλεσσας |
τἀπολλωνίου ἱρὰ καὶ εἰς μέγαν ἤγαγες αἶνον. | |
αὐτὸς δ’ οἱ δηναιὰ πατὴρ ἐκόμισσεν ἀπ’ αὐτῆς | |
Μέμφιδος, ὁππότε νηῒ πολυζύγωι ἤλυθεν ἄστυ | |
Φοίβου, ἔνδον εἱῶι δ’ ἀέκων ἵδρυσε μελάθρωι | |
40 | καί σε φίλως θυέ<ε>σσιν ἀρέσσατο. τὸμ μὲν ἄρ’ αἰὼν |
γηραιὸν κατέπεφνε, λίπεν δ’ ἐν σεῖο τεράμνωι | |
υἷα θυηπολέεν Δημήτριον, ὧι ἐπίπανχυ | |
γήθησαν θέραπες. τοῦ μὲγ κλύες εὐξαμένοιο, | |
εἰκῶ χαλκεΐην νειῶι θέμεν εὖ δὲ τέλεσσαι, | |
45 | ἔννυχος Ἀντιπάτροιο καθυπνώοντι φαανθεὶς |
δεμνίωι ἤνωγες τέλεσαι χρέος. ἀλλ’ ὅτε καὶ τὸν | |
γηραλέον λίπε μοῖρα, πάϊς γε μὲν ἐσθλὰ διδαχθεὶς | |
ἐκ πατρὸς μεγάλως σέβεν ἱερά, πᾶν δὲ κατ’ ἦμαρ | |
σὰς ἀρετὰς ἤειδεν, ἀεὶ δ’ ἐλλίσετο νειὸν | |
50 | ὅππηι σοι δείμειεν ἀριφραδέως κατάλεξαι |
ἔννυχος ὑπνώοντι, διηνεκὲς ὄφρα κε μίμνοις | |
σηκῶι ἐνιδρυθεὶς μηδ’ ἄλλυδις ἀλλοδαπῶι ἐν | |
οὔδει ἐνιχρίμπτοιο. σὺ δ’ ἔφρασας ἀκλέα χῶρον | |
ὄντα πάρος καὶ ἄσημον, ἀεὶ πεπληθότα λύθρωι | |
55 | παντο̣ίωι μετὰ πολλὸν ἔτι χρόνον· ἐννύχιος γὰρ |
εὐνῆι ἐπιπρομολὼν λέγες· ἔγρεο· βαῖνε δὲ μέσσα | |
παστάδος ἀμφὶ θύρεθρα καὶ εἴσιδε γράμμα τυπωθὲν | |
τυτθῆς ἐκ βύβλοιο τό σε φρονέοντα διδάξει | |
ὅππηι μοι τέμενος τεύχηις καὶ ἐπικλέα νειόν. | |
60 | αὐτὰρ ὃ θαμβήσας ἀναέγρετο, βὰς δὲ μάλ’ ὠκὺς |
ἀσπ[α]σίως ἴδε γράμμα καὶ ὤπασεν ἀργυραμοιβὸν | |
τιμὴν οὗ κτέαρ ἔσκε, σέθεν θ’ ἅμα βουλομένοιο | |
ῥηιδίως καὶ νειὸς ἀέξετο καὶ θυόεντες | |
βωμοὶ καὶ τέμενος, τετέλεστο δὲ πάντα μελάθρωι | |
65 | ἕδρανά τε κλισμοί τε θεοκλήτους ἐπὶ δαῖτας. |
καὶ τότε δή ῥα κακοῖσι κακὸς φθόνος ἔνβαλε λύσσαν | |
ἀνδράσιν οἵ ῥα δίκηι ἀνεμωλίωι ἐκλήισσαν | |
δοιὼ σὸν θεράποντα, κακὸν δ’ ἐπὶ θεσμὸν ἔτευχον | |
ἢ τί χρὴ παθέειν ἢ ἐκ τίνα τῖσαι ἀμοιβὴν | |
70 | θωῆς ἐνγράψαντα κακῶι θ’ ὑπὸ δείματι πᾶσαν |
ἠῶ τε {ιν} νύκτας τε περὶ κραδίην ἐλέλιζεν | |
τάρβος θειοπόλοιο. σὲ δὲ σταλάων ἅμα δάκρυ | |
λίσσετ’ ἀλεξῆσαι μηδ’ ἀκλέα τεῦξαι ἀμοιβὴν | |
σῶι ἱκέτει, θανάτου δὲ κακὰς ἀπὸ κῆρας ἐρῦξαι. | |
75 | οὐδὲ σύ, παμνήστοισιν ἐφεσπόμενος πραπίδεσσι, |
λήσαο τοῦ, νύχιος δὲ μολὼν ἐπὶ δέμνια φωτὸς | |
ηὔδησας· μέθες ἄλγος ἀπὸ φρενός· οὔ σέ τις ἀνδρὸς | |
ψῆφος ἀϊστώσει, ἐπεὶ εἰς [ἐ]μὲ τείνεται αὐτὸν | |
ἥδε δίκη, τὴν οὔτις ἐμεῦ περιώσιον ἄλλος | |
80 | ἀνὴρ αὐδήσει· σὺ δὲ μηκέτι δάμναο θυμόν. |
ἀλλ’ ὁπότε χρόνος ἷξε δικασπόλος, ἔγρετο ναοῖς | |
πᾶσα πόλις καὶ πάντα πολυμμιγέω<ν> ἅμα φῦλα | |
ξείνων ὄφρα δίκης θεομήτιδος εἰσαΐοιεν. | |
ἔνθα {σα} σὺ κεῖνο πέλωρον ἐν ἀνδράσι θάνβος ἔτευξας | |
85 | σή τε ἄλοχος· φῶτας γὰρ ἀλιτρο<νό>ους ἐπέδησας |
οἵ ῥα δίκην̣ πόρσυνον, ἐνὶ γναθμοῖς ὑπανύσσας | |
γλῶσσαν ἀναύδητον τῆς οὔτ’ ὄπιν ἔκλεεν οὐθεὶς | |
οὔτε γ<ρ>άμμα δίκης ἐπιτάρροθον· ἀλλ’ ἄρα θείως | |
στεῦντο θεοπληγέσσιν ἐοικότας εἰδώλοισιν | |
90 | ἔμμεναι ἢ λάεσσιν· ἅπας δ’ ἄρα λαὸς ἐκείνωι |
σὴν ἀρετὴν θάμβησεν ἐν ἤματι κ̣α<ὶ> μέγα κῦδος | |
σῶι τεῦξας θεράποντι θεόδμητον κατὰ Δῆλον. | |
χαῖρε, μάκαρ, καὶ σεῖο συνάορος οἵ τ’ ἐνὶ νειῶι | |
ἡμετέρωι γεγάασι θεοί, πολύυμνε Σάραπι. |