[ ] Delos — end 3rd c. BC
1 ὁ ἱερεὺς Ἀπολλώνιος ἀνέγραψεν κατὰ
πρόσταγμα τοῦ θεοῦ· ὁ γὰρ πάππος ἡμῶν
Ἀπολλώνιος, ὢν Αἰγύπτιος ἐκ τῶν ἱερέων,
τὸν θεὸν ἔχων παρεγένετο ἐξ Αἰγύπτου
5 θεραπεύων τε διετέλει καθῶς πάτριον ἦν
ζῶσαί τε δοκεῖ ἔτη ἐνενήκοντα καὶ ἑπτά.
διαδεξαμένου δὲ τοῦ πατρός μου Δημη-
τρίου ἀκολούθως τε θεραπεύοντος τοὺς θ̣ε[ο]ύς,
διὰ δὲ τὴν εὐσέβειαν ἐστεφανώθη ὑπὸ
10 τοῦ θεοῦ εἰκόνι χαλκεῖ ἣ ἀνάκειται ἐν τῶι ναῶι
τοῦ θεοῦ· ἔτη δὲ ἐβίωσεν ἑξήκοντα καὶ ἕν.
παραλαβόντος δέ μου τὰ ἱερὰ καὶ προσκαθη-
μένου ταῖς θεραπείαις ἐπιμελῶς, ὁ θεός μοι ἐχρη-
μάτισεν κατὰ τὸν ὕπνον ὅτι Σαραπιεῖον δεῖ
15 αὐτῶι ἀναδειχθῆναι ἴδιον καὶ μὴ εἶναι ἐν μισ-
θωτοῖς καθὼς πρότερον, εὑρήσειν τε τόπον
αὐτὸς οὗ δεῖ ἑδρασθῆναι σημανεῖν τε τὸν
τόπον. ὃ καὶ ἐγένετο. ὁ γὰρ τόπος οὗτος ἦν
κόπρου μεστὸς ὃς προεγέγραπτο πω-
20 λούμενος ἐν βιβλιδίωι ἐν τεῖ διόδωι τῆς
ἀγορᾶς· τοῦ δὲ θεοῦ βουλομένου συνετελέ-
σθη ἡ ὠνὴ κατεσσκευάσθη τε τὸ ἱρὸν συντόμως
ἐν μησὶν ἕξ. ἀνθρώπων δέ τινων ἐπισυνστάντων
ἡμῖν τε καὶ τῶι θεῶι καὶ ἐπενενκάντων κρίσιν κατὰ τοῦ ἱεροῦ
25 καὶ ἐμοῦ δημοσίαν, τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἐπην-
γείλατο δ’ ἐμοὶ ὁ θεὸς κατὰ τὸν ὕπνον ὅτι νικήσομεν.
τοῦ δ’ ἀγῶνος συντελεσθέντος καὶ νικησάντων ἡμῶν
ἀξίως τοῦ θεοῦ, ἐπαινοῦμεν τοὺς θεοὺς ἀξίαν χάριν ἀποδιδόντες.
γράφει δὲ καὶ Μαιΐστας ὑπὲρ τοῦ ἱεροῦ εἰς τὴν ὑπόθεσιν ταύτην.
30 μυρία καὶ θαμβητὰ σέθεν, πολύαινε Σάραπι,
ἔργα, τὰ μὲν θείας ἀνὰ τύρσιας Αἰγύπτοιο
ηὔδηται, τὰ δὲ πᾶσαν ἀν’ Ἑλλάδα, σεῖο θ’ ὁμεύνου
Ἴσιδος· ἐσθλοῖσιν δὲ σαώτορες αἰὲν ἕπεσθε
ἀνδράσιν οἳ κατὰ πάντα νόωι ὅσια φρονέουσιν.
35 καὶ γάρ τ’ ἀμφιάλει Δήλωι ἀρίσημα τέλεσσας
τἀπολλωνίου ἱρὰ καὶ εἰς μέγαν ἤγαγες αἶνον.
αὐτὸς δ’ οἱ δηναιὰ πατὴρ ἐκόμισσεν ἀπ’ αὐτῆς
Μέμφιδος, ὁππότε νηῒ πολυζύγωι ἤλυθεν ἄστυ
Φοίβου, ἔνδον εἱῶι δ’ ἀέκων ἵδρυσε μελάθρωι
40 καί σε φίλως θυέ<ε>σσιν ἀρέσσατο. τὸμ μὲν ἄρ’ αἰὼν
γηραιὸν κατέπεφνε, λίπεν δ’ ἐν σεῖο τεράμνωι
υἷα θυηπολέεν Δημήτριον, ὧι ἐπίπανχυ
γήθησαν θέραπες. τοῦ μὲγ κλύες εὐξαμένοιο,
εἰκῶ χαλκεΐην νειῶι θέμεν εὖ δὲ τέλεσσαι,
45 ἔννυχος Ἀντιπάτροιο καθυπνώοντι φαανθεὶς
δεμνίωι ἤνωγες τέλεσαι χρέος. ἀλλ’ ὅτε καὶ τὸν
γηραλέον λίπε μοῖρα, πάϊς γε μὲν ἐσθλὰ διδαχθεὶς
ἐκ πατρὸς μεγάλως σέβεν ἱερά, πᾶν δὲ κατ’ ἦμαρ
σὰς ἀρετὰς ἤειδεν, ἀεὶ δ’ ἐλλίσετο νειὸν
50 ὅππηι σοι δείμειεν ἀριφραδέως κατάλεξαι
ἔννυχος ὑπνώοντι, διηνεκὲς ὄφρα κε μίμνοις
σηκῶι ἐνιδρυθεὶς μηδ’ ἄλλυδις ἀλλοδαπῶι ἐν
οὔδει ἐνιχρίμπτοιο. σὺ δ’ ἔφρασας ἀκλέα χῶρον
ὄντα πάρος καὶ ἄσημον, ἀεὶ πεπληθότα λύθρωι
55 παντο̣ίωι μετὰ πολλὸν ἔτι χρόνον· ἐννύχιος γὰρ
εὐνῆι ἐπιπρομολὼν λέγες· ἔγρεο· βαῖνε δὲ μέσσα
παστάδος ἀμφὶ θύρεθρα καὶ εἴσιδε γράμμα τυπωθὲν
τυτθῆς ἐκ βύβλοιο τό σε φρονέοντα διδάξει
ὅππηι μοι τέμενος τεύχηις καὶ ἐπικλέα νειόν.
60 αὐτὰρ ὃ θαμβήσας ἀναέγρετο, βὰς δὲ μάλ’ ὠκὺς
ἀσπ[α]σίως ἴδε γράμμα καὶ ὤπασεν ἀργυραμοιβὸν
τιμὴν οὗ κτέαρ ἔσκε, σέθεν θ’ ἅμα βουλομένοιο
ῥηιδίως καὶ νειὸς ἀέξετο καὶ θυόεντες
βωμοὶ καὶ τέμενος, τετέλεστο δὲ πάντα μελάθρωι
65 ἕδρανά τε κλισμοί τε θεοκλήτους ἐπὶ δαῖτας.
καὶ τότε δή ῥα κακοῖσι κακὸς φθόνος ἔνβαλε λύσσαν
ἀνδράσιν οἵ ῥα δίκηι ἀνεμωλίωι ἐκλήισσαν
δοιὼ σὸν θεράποντα, κακὸν δ’ ἐπὶ θεσμὸν ἔτευχον
ἢ τί χρὴ παθέειν ἢ ἐκ τίνα τῖσαι ἀμοιβὴν
70 θωῆς ἐνγράψαντα κακῶι θ’ ὑπὸ δείματι πᾶσαν
ἠῶ τε {ιν} νύκτας τε περὶ κραδίην ἐλέλιζεν
τάρβος θειοπόλοιο. σὲ δὲ σταλάων ἅμα δάκρυ
λίσσετ’ ἀλεξῆσαι μηδ’ ἀκλέα τεῦξαι ἀμοιβὴν
σῶι ἱκέτει, θανάτου δὲ κακὰς ἀπὸ κῆρας ἐρῦξαι.
75 οὐδὲ σύ, παμνήστοισιν ἐφεσπόμενος πραπίδεσσι,
λήσαο τοῦ, νύχιος δὲ μολὼν ἐπὶ δέμνια φωτὸς
ηὔδησας· μέθες ἄλγος ἀπὸ φρενός· οὔ σέ τις ἀνδρὸς
ψῆφος ἀϊστώσει, ἐπεὶ εἰς [ἐ]μὲ τείνεται αὐτὸν
ἥδε δίκη, τὴν οὔτις ἐμεῦ περιώσιον ἄλλος
80 ἀνὴρ αὐδήσει· σὺ δὲ μηκέτι δάμναο θυμόν.
ἀλλ’ ὁπότε χρόνος ἷξε δικασπόλος, ἔγρετο ναοῖς
πᾶσα πόλις καὶ πάντα πολυμμιγέω<ν> ἅμα φῦλα
ξείνων ὄφρα δίκης θεομήτιδος εἰσαΐοιεν.
ἔνθα {σα} σὺ κεῖνο πέλωρον ἐν ἀνδράσι θάνβος ἔτευξας
85 SH/ TE A)/LOXOS: FW=TAS GA\R A)LITRO[2NO/]2OUS E)PE/DHSAS
οἵ ῥα δίκην̣ πόρσυνον, ἐνὶ γναθμοῖς ὑπανύσσας
γλῶσσαν ἀναύδητον τῆς οὔτ’ ὄπιν ἔκλεεν οὐθεὶς
οὔτε γ<ρ>άμμα δίκης ἐπιτάρροθον· ἀλλ’ ἄρα θείως
στεῦντο θεοπληγέσσιν ἐοικότας εἰδώλοισιν
90 ἔμμεναι ἢ λάεσσιν· ἅπας δ’ ἄρα λαὸς ἐκείνωι
σὴν ἀρετὴν θάμβησεν ἐν ἤματι κ̣α<ὶ> μέγα κῦδος
σῶι τεῦξας θεράποντι θεόδμητον κατὰ Δῆλον.
χαῖρε, μάκαρ, καὶ σεῖο συνάορος οἵ τ’ ἐνὶ νειῶι
ἡμετέρωι γεγάασι θεοί, πολύυμνε Σάραπι.
Search Help