[ ]
Delos — end 3rd/beg. 2nd. c. BC
1 | Σαράπιδι, Ἴσιδι, Ἀνούβιδι |
Κτησίας Ἀπολλοδώρου Τήνιος | |
τὸν θησαυρὸν καὶ τὸ στρῶμα | |
κατὰ πρόσταγμα τοῦ θεοῦ | |
5 | ἀνέθηκεν. |
μήτι με θαμβήσεις ἐσιδών, ξένε, γοργὸν ἐόντα· | |
τόνδε γὰρ ἡμέριος καὶ πάννυχος ἀμφιβεβηκὼς | |
θησαυρὸν φρουρῶ θεῖον, ἄυπνος ἐών· | |
ἀλλὰ χαρεὶς ἔνβαλλε ὅ τί σο<ι> φίλον ἐστὶ ἀπὸ θυμοῦ | |
10 | εἰς ἐμὸν εὔδεκτον σῶμα διὰ στόματος. |