1 | ὦ μάκαρ ὦ Φιλέταιρε, σὺ καὶ θείοισιν ἀοιδοῖς |
καὶ πλάστηισιν ἄναξ εὐπαλάμοισι μέλεις· | |
οἳ τὸ σὸν ἐξενέπουσι μέγα κράτος, οἱ μὲν ἐν ὕμνοις, | |
οἱ δὲ χερῶν τέχνας δεικνύμενοι σφετέρων, | |
5 | ὥς ποτε δυσπολέμοις Γαλάταις θοὸν Ἄρεα μείξας |
ἤλασας οἰκείων πολλὸν ὕπερθεν ὅρων· | |
ὧν ἕνεκεν τάδε σοι Νικηράτου ἔκκριτα ἔργα | |
Σωσικράτης Δήλωι θῆκεν ἐν ἀμφιρύτηι | |
μνῆμα καὶ ἐσσομένοισιν ἀοίδιμον· οὐδέ κεν αὐτὸς | |
10 | Ἥφαιστος τέχνην τῶν γε ὀνόσαιτ’ ἐσιδών. |
IG XI,4
1105