[ ]
Delos — 172-167 BC
1 | ἔδ[οξε]ν τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν τῶν ἐπ’ Ἰωνίας καὶ Ἑλλη̣σ̣[πόντου καὶ τῶν περὶ τὸν] |
[καθηγε]μόνα Διόνυσον· ἐπειδὴ Κράτων Ζωτίχου αὐλητὴς πρότερόν τε γε̣νόμενο[ς ἱερεὺς τοῦ Διονύσου] | |
[καὶ ἀγω]νοθέτης καλῶς καὶ ἐνδόξως προέστη τῆς τε ἱερεωσύνης καὶ τῆς ἀγων̣[οθεσίας καὶ δοκιμασ]- | |
[θ]ε̣ὶς ἄξιος εἶναι ταύτης τῆς τιμῆς ὑπὸ τοῦ πλήθους τῶν τεχνιτῶν καὶ αἱρ̣εθε[ὶς πάλιν ἱερεὺς] | |
5 | τοῦ Διονύσου καὶ ἀγωνοθέτης ἐν τῶι αὐτῶι ἔτει, ὑπερθέμενος τοὺς [πρὸ αὐτοῦ γενομένους πάν]- |
[τ]ας ἀγωνοθέτας τῆι τε χορηγίαι καὶ τῆι δαπάνηι καὶ τῆι αὐτοῦ μεγαλο[πρεπείαι, καλῶς καὶ πρεπόν]- | |
τως καὶ ἀξίως τῆς συνόδου πάντα τὰ πρὸς τιμὴν καὶ δόξαν ἀνήκοντα [ἐ]π[οίησε τῶι τε Διονύ]- | |
σωι καὶ ταῖς Μούσαις καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι καὶ τοῖς ἄλλοις θεοῖ[ς πᾶσι καὶ τοῖς τε βασι]- | |
λεῦσι καὶ ταῖς βασιλίσσαις καὶ τοῖς ἀδελφοῖς βασιλέως Εὐμένου καὶ τῶι [κοινῶι τῶν περὶ τὸν Διόνυ]- | |
10 | σον τεχνιτῶν ἀποδεικνύμενος τὴν αὑτοῦ καλοκαγαθίαν καὶ εὐσέβε[ιαν καὶ — — — — ἐν παντὶ και]- |
ρῶι καὶ ἰδίαι καὶ κοινῆι ἀεί τινος ἀγαθοῦ παραίτιος γινόμενος, ὅπω[ς διαμένηι εἰς τὸν ἀεὶ] | |
χρόνον ἡ παρὰ τῶν τεχνιτῶν ἀθάνατος δόξα, οὓς καὶ θεοὶ καὶ βασιλ[εῖς καὶ πάντες Ἕλ]- | |
ληνες τιμῶσιν, δεδωκότες τήν τε ἀσυλίαν καὶ ἀσφάλειαν πᾶσι τεχν̣[ίταις πολέμου καὶ εἰ]- | |
ρήνης, κατακολουθοῦντες τοῖς τοῦ Ἀπόλλωνος χρησμοῖς δι’ οὓς [καὶ τοῖς ἀγῶσιν τοῖς τοῦ] | |
15 | Ἀπόλλωνος τοῦ Πυθίου καὶ τῶν Μουσῶν τῶν Ἑλικωνιάδων καὶ τοῦ Ἡρακλέους, ἐν Δελφοῖς μὲν τοῖς] |
Πυθίοις καὶ Σωτηρίοις, ἐν Θεσπιαῖς δὲ τοῖς Μουσείοις, ἐν Θήβαις δὲ τοῖ[ς Ἡρακλείοις ἐνέκριναν αὐτοὺς? οἱ] | |
ἐκ πάντων τῶν Ἑλλήνων εὐσεβέστατοι· ἀγαθῆι τύχηι· δεδόχθαι [τῆι συνόδωι· ἵνα φαίνηται τιμῶ]- | |
σα τοὺς αὑτῆς εὐεργέτας καταξίως τῶν εὐεργετημάτων· στεφανῶ[σαι Κράτωνα Ζωτίχου αὐλη]- | |
[τ]ὴν εὐεργέτην καθ’ ἕκαστον ἔτος εἰς ἀεὶ ἐν τῶι θεάτρωι ἐν ἧι ἡμέραι ἡ̣ π̣[ανήγυρις τε]- | |
20 | [λ]εῖται μετὰ τὴν στεφάνωσιν τῶν δήμων στεφάνωι τῶι ἐκ τοῦ νόμο[υ ἀρετῆς ἕνεκα καὶ εὐ]- |
[ν]ο̣ίας ἣν̣ ἔχων διατελεῖ εἰς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶ[ν· τῆς δὲ ἀναγορεύσεως τοῦ στε]- | |
[φ]άνου ἐπιμέλειαν ποιεῖσθαι τὸν ἑκάστοτε γινόμενον ἀγωνοθέτην· [ἀναθεῖναι δὲ αὐτοῦ εἰκόνας] | |
[τ]ρεῖς· τὴν μὲν μίαν ἐν Τέωι ἐν τῶι θεάτρωι ὅπως οἱ καθ’ ἕκαστον ἔτος ἀ̣[γωνοθέται ἐν τῆι] | |
[π]ανηγύρει καὶ ὅταν ἡ Τηίων πόλις συντελῇ Διονύσια ἢ ἄλλον τιν[ὰ ἀ]γ[ῶνα στεφανώσωσι <τὴν εἰκόνα>] | |
25 | τὴν Κράτωνος στεφάνωι τῶι ἐκ τοῦ νόμου ὧι πάτριόν ἐστι τοῖ[ς τεχνίταις στεφανοῦν τοὺς αὐ]- |
τῶν εὐεργέτας· τὴν δὲ ἄλλην ἐν Δήλωι ὅπως καὶ ἐκεῖ στεφανω[θήσεται ὑπὸ τοῦ κοινοῦ τῶν τε]- | |
χνιτῶν· τὴν δὲ τρίτην οὗ ἂν ἀναθῇ Κράτων ἵνα εἰς ἅπαντα τὸν [χρόνον ὑπόμνημα ἦι τῆς τε πρὸς] | |
τὸ θεῖον εὐσεβείας καὶ τῆς εἰς τοὺς βασιλέας καὶ βασιλίσσας [καὶ τοὺς ἀδελφοὺς τοῦ] | |
βασιλέως Εὐμένου καὶ τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχ[νιτῶν εὐνοίας, ἅμα δὲ] | |
30 | καὶ τῆι συνόδωι τῆς εὐχαριστίας διότι τὸν αὑτῆς εὐεργέτ[ην Κράτωνα ἐτίμησεν ἀπο]- |
διδοῦσα χάριτας τὰς δικαίας τῶν εὐεργετημάτων· ἀναγρ[άψαι δὲ τόδε τὸ ψήφισμα] | |
εἰς στήλην λιθίνην καὶ στῆσαι παρὰ ταῖς εἰκόσι ταῖς Κράτ[ωνος· πέμψαι δὲ πρέσβεις] | |
δύο πρὸς τὸν δῆμον τὸν Τηίων οἵτινες αἰτήσονται τόπον [ἐν τῶι θεάτρωι ἐν ὧι σταθήσεται] | |
ἡ εἰκὼν Κράτωνος καὶ ἄλλους πρὸς τὸν δῆμον τὸν Δηλίων [— — — — — οἵτινες] | |
35 | ἐπελθόντες ἐπὶ τὸν δῆμον καὶ τὴν βουλὴν ἀξιώσουσιν α̣[ὐτοὺς καὶ τοὺς πρυτά]- |
νεις δοῦναι τῆι συνόδωι τῶν τεχνιτῶν τὸν τόπον ἐν ὧι [σταθήσεται ἡ εἰκών]. |